[ ]
Italia — Roma — 212-217 AD? — IG XIV 966
| col. I | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
| 1 | αὐταῖς ∙ ταῖς ∙ ἡμέραις ∙ Γαίῳ τινὶ ∙ τυφλῷ ∙ ἐχρημάτισεν ∙ ἐλθεῖν ∙ ἐπ[ὶ τὸ] ἱε- |
| ρὸν ∙ βῆμα ∙ καὶ προσκυνῆσαι ∙ εἶ<τ>α ἀπὸ τοῦ δεξιοῦ ἐλθεῖν ∙ ἐπὶ τὸ ἀριστερὸν | |
| καὶ θεῖναι τοὺς ∙ πέντε δακτύλους ἐπάνω τοῦ βήματος ∙ καὶ ἆραι τὴν χεῖ- | |
| ρα καὶ ἐπιθεῖναι ἐπὶ τοὺς ∙ ἰδίους ὀφθαλμούς ∙ καὶ ὀρθὸν ἀνέβλεψε τοῦ | |
| 5 | δήμου παρεστῶτος καὶ συνχαιρομένου, ὅτι ζῶσαι ∙ ἀρεταὶ ἐγένοντο ἐπὶ |
| τοῦ Σεβαστοῦ ἡμῶν Ἀντωνείνου. | |
| Λουκίῳ πλευρειτικῷ ∙ καὶ ἀφηλπισμένῳ ∙ ὑπὸ παντὸς ἀνθρώπου ἐχρησμάτι- | |
| σεν ὁ θεὸς ἐλθεῖν καὶ ἐκ τοῦ τριβώμου ἆραι τέφραν καὶ μετ’ οἴνου ἀνα- | |
| φυρᾶσαι καὶ ἐπιθεῖναι ἐπὶ τὸ πλευρόν· καὶ ἐσώθη καὶ δημοσίᾳ ηὐχαρίστησεν | |
| 10 | τῷ θεῷ καὶ ὁ δῆμος συνεχάρη αὐτῷ. |
| αἷμα ἀναφέροντι Ἰουλιανῷ ἀφηλπισμένῳ ὑπὸ παντὸς ἀνθρώπου ἐχρησμά- | |
| τισεν ὁ θεὸς ἐλθεῖν καὶ ἐκ τοῦ τριβώμου ἆραι κόκκους στροβίλου καὶ | |
| φαγεῖν μετὰ μέλιτος ἐπὶ τρεῖς ἡμέρας· καὶ ἐσώθη καὶ ἐλθὼν δημοσίᾳ | |
| ηὐχαρίστησεν ἔμπροσθεν τοῦ δήμου. | |
| 15 | Οὐαλερίῳ Ἄπρῳ στρατιώτῃ τυφλῷ ἐχρημάτισεν ὁ θεὸς ἐλθεῖν καὶ λαβεῖν αἷμα |
| ἐξ ἀλεκτρυῶνος λευκοῦ μετὰ μέλιτος καὶ κολλύριο<ν> συντρῖψαι καὶ ἐπὶ | |
| τρεῖς ἡμέρας ἐπιχρεῖσαι ἐπὶ τοὺς ὀφθαλμούς· καὶ ἀνέβλεψεν καὶ ἐλήλυθεν | |
| καὶ ηὐχαρίστησεν δημοσίᾳ τῷ θεῷ. | |
| col. II.11 | Ἀνν[ίῳ? — —] |
| 13 | ἐν[— — — — —] |