[ ] Italia — Roma — late 2nd/early 1st c. BC — IG XIV 952
1  ἐπὶ                         ἱεροθύτα
Νυμφοδώρου         τοῦ        Φίλωνος
  παραπροστά<τα>   τᾶς        βουλᾶς,
 προεδρευούσας               τᾶς φυλᾶς
5    τῶν Ὑλλέων,           προαγοροῦντος
     Διοκλέος τοῦ Διοκλέος,
γραμματεύοντος Ἁδρανίωνος Ἀλεξάνδρου,
 ἁλίασμα ἕκτας διμήνου, Καρνείου ἐξήκο[ντ]ος πάνται,
   ὑπὲρ προξενίας Δημητρίωι Διοδότου Συρακοσίωι.
10 ἔδοξε τᾶι ἁλίαι καθὰ καὶ τᾶι συ<γ>κλήτω<ι> ριʹ· ἐπειδὴ ἀνάγ-
 γελλον οἱ πρέσβεες οἱ ἐς Ῥώμαν πορευθέντες Πασίων
 Πασίωνος Κότητος καὶ Θεόδωρος Θεοδώρου Ξηνιάδα
 Δημήτριον Διοδότου Συρακόσιον πολλὰς καὶ μεγάλας χρείας
 παρεισχῆσθαι τῶι ἁμῶι δάμωι καὶ μεγάλων ἀγαθῶν παραίτιο<ν>
15  γεγόνειν, τοῖς δὲ Ἀκραγαντίνοις πάτριόν ἐστι καὶ ἐκ προγόνων
 παραδεδομένον τιμεῖν τοὺς ἀγαθοὺς ἄνδρας καὶ προισταμέ-
 νους τοῦ ἁμοῦ δάμου ταῖς καταξίοις τιμαῖς,
δεδόχθαι ἐπὶ τᾶι ἀγαθᾶι τύχαι καὶ σωτηρίαι τοῦ δάμου τῶν Ἀκραγαντίνων
 εἴμειν πρόξενον καὶ εὐεργέταν Δημήτριον Διοδότου Συρακόσι-
20  ον ὅπω<ς> πᾶσι φανερὸν ᾖ ὅτι ὁ δᾶμος τῶν Ἀκραγαντίνων ἐπί-
 σταται χάριτας ἀπονέμειν καταξίας τοῖς εὐεργετεῖν προαι-
 ρουμένοις αὐτόν· τὸ δὲ δόγμα τόδε κολάψαντας ἐς̣ χαλκώ-
 ματα δύο τὸ μὲν ἓν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ
 ἄλλο ἀποδόμειν Δημητρίωι Διοδότου Συρακοσίωι ὑπό-
25  μναμα τᾶς ποτὶ τὸν δᾶμον εὐνοίας· τοὺς δὲ ταμίας
 ἐξοδιάξαι ἐς τὰ προγεγραμμένα ὅσον κα χρεία ᾖ καὶ φέ-
 ρειν τὰν ἔξοδον διὰ τῶν ἀπολόγων.
    ὁμογνώμονες τοῦ συνεδρίου πάντες.
Search Help
Contact Us