[ ]
Italia — Roma — late 2nd/early 1st c. BC — IG XIV 952
1 | ἐπὶ ἱεροθύτα |
Νυμφοδώρου τοῦ Φίλωνος | |
παραπροστά<τα> τᾶς βουλᾶς, | |
προεδρευούσας τᾶς φυλᾶς | |
5 | τῶν Ὑλλέων, προαγοροῦντος |
Διοκλέος τοῦ Διοκλέος, | |
γραμματεύοντος Ἁδρανίωνος Ἀλεξάνδρου, | |
ἁλίασμα ἕκτας διμήνου, Καρνείου ἐξήκο[ντ]ος πάνται, | |
ὑπὲρ προξενίας Δημητρίωι Διοδότου Συρακοσίωι. | |
10 | ἔδοξε τᾶι ἁλίαι καθὰ καὶ τᾶι συ<γ>κλήτω<ι> ριʹ· ἐπειδὴ ἀνάγ- |
γελλον οἱ πρέσβεες οἱ ἐς Ῥώμαν πορευθέντες Πασίων | |
Πασίωνος Κότητος καὶ Θεόδωρος Θεοδώρου Ξηνιάδα | |
Δημήτριον Διοδότου Συρακόσιον πολλὰς καὶ μεγάλας χρείας | |
παρεισχῆσθαι τῶι ἁμῶι δάμωι καὶ μεγάλων ἀγαθῶν παραίτιο<ν> | |
15 | γεγόνειν, τοῖς δὲ Ἀκραγαντίνοις πάτριόν ἐστι καὶ ἐκ προγόνων |
παραδεδομένον τιμεῖν τοὺς ἀγαθοὺς ἄνδρας καὶ προισταμέ- | |
νους τοῦ ἁμοῦ δάμου ταῖς καταξίοις τιμαῖς, | |
δεδόχθαι ἐπὶ τᾶι ἀγαθᾶι τύχαι καὶ σωτηρίαι τοῦ δάμου τῶν Ἀκραγαντίνων | |
εἴμειν πρόξενον καὶ εὐεργέταν Δημήτριον Διοδότου Συρακόσι- | |
20 | ον ὅπω<ς> πᾶσι φανερὸν ᾖ ὅτι ὁ δᾶμος τῶν Ἀκραγαντίνων ἐπί- |
σταται χάριτας ἀπονέμειν καταξίας τοῖς εὐεργετεῖν προαι- | |
ρουμένοις αὐτόν· τὸ δὲ δόγμα τόδε κολάψαντας ἐς̣ χαλκώ- | |
ματα δύο τὸ μὲν ἓν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ | |
ἄλλο ἀποδόμειν Δημητρίωι Διοδότου Συρακοσίωι ὑπό- | |
25 | μναμα τᾶς ποτὶ τὸν δᾶμον εὐνοίας· τοὺς δὲ ταμίας |
ἐξοδιάξαι ἐς τὰ προγεγραμμένα ὅσον κα χρεία ᾖ καὶ φέ- | |
ρειν τὰν ἔξοδον διὰ τῶν ἀπολόγων. | |
ὁμογνώμονες τοῦ συνεδρίου πάντες. |