1 | ἐπὶ μο(νάρχου) Ἀπόλλωνος Καλυμνίου, μη(νὸς) Ἀγριανίου Σεβαστ(ῇ)· |
Ἀγαθᾶς Δωροθέου Ἀντιόχισσα ἠλευθέρωσ̣ε̣ν κοράσ[ι]- | |
ον Ἀφροδεισίαν, ὃ ἔλαβεν ἐξ αἵματος ἐπελευθέρου παρὰ | |
Ἀφροδείου καὶ Νείκης, ἐφ’ ᾧ παραμενεῖ αὐτῇ τὸν | |
5 | τᾶς ζωᾶς χρόνον· μετὰ δὲ τὴν μεταλλαγὴν |
αὐτῆς ἔσται αὐτεξούσιος, ἀνεπίλημπτος πάσης | |
ἀπελευθερωτικῆς ἀγωγῆς, διὰ τό με αὐτὸ ἐπὶ ταύτῃ | |
αἱρήσει εἰληφέναι· χρηματιεῖ δὲ Ἀφροδεισία Νεικομά- | |
χου τοῦ Φιλωνίδα. |
Tit. Calymnii
198