[ ] Kalymna Isl. — Sanct. of Apollo — ca. 14-54 AD
See also:
1 ἐπὶ μο(νάρχου) Ἀπόλλωνος Καλυμνίου, μη(νὸς) Ἀγριανίου Σεβαστ(ῇ)·
Ἀγαθᾶς Δωροθέου Ἀντιόχισσα ἠλευθέρωσ̣ε̣ν κοράσ[ι]-
ον Ἀφροδεισίαν, ὃ ἔλαβεν ἐξ αἵματος ἐπελευθέρου παρὰ
Ἀφροδείου καὶ Νείκης, ἐφ’ ᾧ παραμενεῖ αὐτῇ τὸν
5 τᾶς ζωᾶς χρόνον· μετὰ δὲ τὴν μεταλλαγὴν
αὐτῆς ἔσται αὐτεξούσιος, ἀνεπίλημπτος πάσης
ἀπελευθερωτικῆς ἀγωγῆς, διὰ τό με αὐτὸ ἐπὶ ταύτῃ
αἱρήσει εἰληφέναι· χρηματιεῖ δὲ Ἀφροδεισία Νεικομά-
χου τοῦ Φιλωνίδα.
Search Help
Contact Us