1
|
Ἀριστόφιλος Ἀριστοδώρου εἶπε· ἐπειδὴ Ἀρατόκριτος Ἀριστία, διαδεξάμενος τὰν παρὰ τ[ῶν]
|
|
γονέων εὔνοιαν, ἃν ἔχοντες διετέλεσαν ποτὶ τοὺς πολίτας, ἔν τε τοῖς λοιποῖς καιροῖ[ς ἀκο]-
|
|
λούθως τᾶι κήνων αἱρέσει πάντα πράσσων τὰ χρήσιμα διατετέλεκε τᾶι πατρίδι μετὰ π[ά]-
|
|
σ̣α̣ς̣ εὐνοίας, καὶ πολλάκις εἰς τὰ τοῦ δάμου συμφέροντα χρήματα ἐκ τῶν ἰδίων κ[αθ’ ἃ ἐ]δυ[νή]-
|
5
|
[σατ]ο εἰσευπόρηκε, ἐξ ὧν συμβαίνει πολλὰ τῶι δάμωι τῶν χρησίμων γεγενῆσθ[αι, καὶ] τ[ῶν]
|
|
[π]ο̣λιτᾶν πολλοῖς χρείας παρείσχηται, καὶ παραίτιος γεγένηται τοῖς μὲν αἰχμαλ̣ώ̣τ̣ο̣ι̣ς̣ γε[νη]-
|
|
θεῖσιν εἰς τὰν πατρίδα ἐπανελθεῖν, τοῖς δὲ τὰ ἴδια ἐπανορθώσασθαι διὰ τὰν αὐτοῦ πο[τὶ]
|
|
[πάν]τας εὐχαριστίαν, νῦν τε τὰν αὐτὰν αἵρεσιν ἔχων καὶ προαιρεύμενος τὸ ἱερὸν το[ῦ]
|
|
[Ἀπό]λλωνος τοῦ Δαλίου ἐπικοσμεῖν καὶ τὰν πατρίδα εἰς ἐπιφάνειαν ἄγειν, ὅπως τοὶ μο[υσι]-
|
10
|
κ̣ο̣ὶ̣ κ̣αὶ χορικοὶ ἀγῶνες συντελῶνται τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις καθὰ καὶ ὁ δᾶμος̣ [προ]-
|
|
αιρεῖται, αἰτεῖται τόπον ποτὶ τῶι θεάτρωι, ὅς ἐστι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, ὥστε σκα̣νὰ[ν καὶ]
|
|
προσκάνιον κατασκευάξαι τῶι θεῶι, πάσαν ἐντελῆ τὰν οἰκοδομίαν καὶ τὰν σύμφραξιν ὑφι[στάμε]-
|
|
νος, ἐξ ὧν συμβαίνει δαπάναν ἀξιόλογον αὐτὸν ἐκ τῶν ἰδίων ἀναλίσκειν εἰς τὰν τᾶς [σκα]-
|
|
νᾶς καὶ <τοῦ> προσκανίου κατασκευάν, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπαινέσαι Ἀρατόκρι[τον]
|
15
|
Ἀριστία ἀρετᾶς ἕνεκε καὶ εὐνοίας ἃν ἔχει ποτὶ πάντας τοὺς πολίτας καὶ δόμεν αὐτῶι τ[ὸν τό]-
|
|
πον τὸν ποτὶ τῶι θεάτρωι ὃν αἰτεῖται· δεδόσθαι δὲ αὐτῶι καὶ ἀναγραφὰν τοῦδε τοῦ ψαφίσματος [ἐπὶ]
|
|
τᾶς σκανᾶς ἃν ἀνατίθητι, καὶ ἄλλαν ἀναγραφὰν τᾶς ἀναθέσεως ἐπὶ τοῦ προσκανίου τάν[δε]·
|
|
Ἀρατόκριτος Ἀριστία τὰν σκανὰν καὶ τὸ προσκάνιον στεφαναφορήσας Ἀπόλλωνι Δ[αλίωι].
|