1
|
ἔδοξε τᾶι βουλᾶι καὶ τ[ῶι] δάμω<ι>,
|
|
γνώμα προστατᾶν· ἐπειδὴ Δί-
|
|
καιος Ἁγησάνδρου ἐπελθὼν ἐ-
|
|
πί τε τὰν βουλὰν καὶ τὸν δᾶ-
|
5
|
μον ἐμφανίζει̣ Λ̣ύ̣σιππον Ἁγία
|
|
Ἀχαιὸν εὔνου̣ν ἦμεν τ̣ῶι δά-
|
|
μωι τῶι Καλυμνίων χρείας πα-
|
|
ρεχόμενον ἐν παντὶ καιρῶι
|
|
καὶ κοινᾶι τᾶι πόλει καὶ ἰδίαι τοῖς
|
10
|
ἐντυνχάνουσι τῶν πολιτᾶν,
|
|
ὅπως οὖν καὶ ὁ δᾶμος φαίνητα<ι>
|
|
τοῖς εἰς αὐτὸν προθυμίας μη-
|
|
θὲν ἐνλείπουσι καταξίας χάρι-
|
|
τας ἀποδιδοὺς τῶν εὐεργετη-
|
15
|
μάτων, δεδόχθαι τᾶι βουλᾶι
|
|
καὶ τῶι δάμωι πολίτ[αν] ἦμεν Λύ-
|
|
σιππον Ἁγία̣ Ἀ̣[χαι]ὸ[ν κα]ὶ αὐτὸν
|
|
καὶ ἐγγόνο̣υ̣[ς μετέχον]τας πάν̣-
|
|
τω̣[ν ὧν καὶ τοὶ ἄλλοι μετέχοντι]
|
20
|
[— — — — — — — — — — — — —]
|