[ ]
Karia — Iasos — ca. 250-200 BC — SGDI III,1 3585 — IK Iasos 82 — cf. SEG 44.696 (date)
See also:
A.1 | [ἐπὶ στεφανηφόρου τοῦ δεῖνος — — — — — — — — — μηνὸς] |
[— — — — ἕκτ]<ηι> ἱσταμένου, Εὔμολπος Μόλ[που ἐπεστάτει] | |
[πρυτάνεων γν]<ώ>μη, Μεσσηνέως τοῦ Δίωνος, κατασταθέντος ὑπὸ | |
[— — — —]ο[υ τ]οῦ Μυγάλου, Ἕ[ρμω]νος τοῦ Μυΐστρου, κατασταθέντος | |
5 | [ὑπὸ — — —]ράτου τοῦ Προμάχου, <Εὐ>μόλπου τοῦ Μόλπου, Λέοντος |
[τοῦ — — —]ίππου, κατασταθέντος ὑπὸ Ἀριστοφάνου τοῦ Νουμηνίου | |
τοῦ Στησιόχου, Ἡρακλείτου τοῦ Ἀρτεμιδώρου, Δημοφῶντο<ς> τοῦ | |
[Π]ρυτάν<ι>ος, Δάμωνος τοῦ Ὀν[φ]αλίωνος· ἐπειδὴ οἱ δικασταὶ οἱ | |
ἀποσταλέντες εἰς Κάλυμναν κομίζουσιν ψήφισμα παρὰ τοῦ | |
10 | δήμου τοῦ Καλυμνίων ἐν ὧι γέγραπται ὅτι ὁ δῆμος ὁ Καλυ- |
μνίων στεφανοῖ τὸν δῆμον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν | |
καὶ εὐνοίας τῆς εἰς αὐτόν, στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς | |
τοὺς ἀποσταλέντας χρυσῶι στεφάνωι καλοκἀγαθίας | |
ἕνεκεν, Κλέανδρον Διοδώρου, Λέοντα Εὐβ<ο>ύλου, | |
15 | [Κ]έ[φ]αλον Δράκοντος, Θεόδωρον Νουμηνίου, |
Λέοντα Δρακοντίδου, καὶ περὶ τούτων οἴεται δεῖν | |
ἐπιμέλειαν ποιήσ<ασ>θαι τὸν δῆμον ὅπως ὁ τῆς πόλεως | |
[σ]τέφανος ἀναγορευθῆ[ι] καὶ ὁ τῶν δικαστῶν ἐν τῶι | |
[θ]εάτρωι Διονυσίοις, δεδόχθαι τῶι δήμωι· τὸν μὲν ἀγωνο- | |
20 | θέτην ἀναγγεῖλαι τὸν τῆς πόλεως στέφανον καὶ τὸν |
[τ]ῶν δικαστῶν κυκλίων τῆι πρώτηι· ἐπηινῆσθαι δὲ καὶ | |
[— —] τ[οὺς] δικαστὰς τοὺς ἀποσταλέντας ἐπειδὴ ἄξιοι γενό- | |
[με]νοι τοῦ δήμου τιμὰς περιεποίησαν τῆι πόλει· ὅπως δὲ | |
[καὶ τ]ὸ ψήφισμα τοῦτο καὶ τὸ παρὰ Καλυμνίων ἀναγραφῆι | |
25 | [ἐν] τῶι ἐπιφανεστάτωι τόπωι καθὰ καὶ Καλύμνιοι ἀξιοῦσιν |
[οἱ ν]εωποίαι ἐπιμέλειαν ποιησάσθωσαν ἵνα ἀναγραφῆ[ι] ἀμφό[τε]- | |
[ρα] τὰ ψηφίσματα ἐν τῶι ἱερῶι τοῦ Διὸς ἢ τῆς Ἀρτέμιδος. | |
[καλ]έσαι δὲ καὶ τοὺς δικ[αστ]ὰς τοὺς ἀποσταλέντας | |
[εἰς] τὸ πρυτανεῖον. | |
B.30 | [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ |
[ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ | |
[φίλ]ος δι<ε>τέλει τῶι δάμωι τῶι Καλυμνίων, καὶ νῦν πρεσβεύ- | |
[σαν]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε, | |
[οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς | |
35 | [διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου, |
[ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἱ παραγενόμενοι | |
[πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς | |
[πολ]ίτας τὰ ποτ’ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας, | |
[καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλει]όνων | |
40 | [ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν |
[πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα- | |
[γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος | |
[καθισ]τᾶται, τινὰς δὲ καὶ διαίτασαν συμφερόντως | |
[ἑκα]τέροις τοῖς ἀντιδίκοις, δέκα δὲ δικᾶν εἰσαχθεισᾶν | |
45 | [εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ- |
[μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι | |
[καὶ δ]οκεῖν δηλόμενοι, ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων | |
[φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὐτὸν καὶ πολ- | |
[λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσ<σ>ειν τὰ δέοντα ὑπὲρ τοῦ | |
50 | [πλήθευ]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς |
[τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι, δεδόχθαι τᾶ[ι] | |
[βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων | |
[ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]- | |
[θος τὸ Κα]λυμνίων, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
55 | [ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν- |
[τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν, Κλέανδρον | |
[Διοδώρου], Λέοντα Εὐβούλου, Κέφαλον Δράκοντος, | |
[Θεόδωρον Ν]ουμηνίου, Λέοντα Δρακοντίδου, | |
[καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]- | |
60 | [μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν] |
[ἐγ Καλύμναι καὶ π]ολιτείαν αὐτοῖς καὶ ἐγγόνοις, [καὶ] | |
[ἀτέλειαν πάντων· ἐ]πικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν | |
[τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς | |
[ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ | |
65 | [καὶ τὰ βασιλικά]. |