[ ] Karia — Iasos — ca. 250-200 BC — SGDI III,1 3585 — IK Iasos 82 — cf. SEG 44.696 (date)
A.1 [ἐπὶ στεφανηφόρου τοῦ δεῖνος — — — — — — — — — μηνὸς]
[— — — — ἕκτ]<ηι> ἱσταμένου, Εὔμολπος Μόλ[που ἐπεστάτει]
[πρυτάνεων γν]<ώ>μη, Μεσσηνέως τοῦ Δίωνος, κατασταθέντος ὑπὸ
[— — — —]ο[υ τ]οῦ Μυγάλου, Ἕ[ρμω]νος τοῦ Μυΐστρου, κατασταθέντος
5 [ὑπὸ — — —]ράτου τοῦ Προμάχου, <Εὐ>μόλπου τοῦ Μόλπου, Λέοντος
[τοῦ — — —]ίππου, κατασταθέντος ὑπὸ Ἀριστοφάνου τοῦ Νουμηνίου
τοῦ Στησιόχου, Ἡρακλείτου τοῦ Ἀρτεμιδώρου, Δημοφῶντο<ς> τοῦ
[Π]ρυτάν<ι>ος, Δάμωνος τοῦ Ὀν[φ]αλίωνος· ἐπειδὴ οἱ δικασταὶ οἱ
ἀποσταλέντες εἰς Κάλυμναν κομίζουσιν ψήφισμα παρὰ τοῦ
10 δήμου τοῦ Καλυμνίων ἐν ὧι γέγραπται ὅτι ὁ δῆμος ὁ Καλυ-
μνίων στεφανοῖ τὸν δῆμον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν
καὶ εὐνοίας τῆς εἰς αὐτόν, στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς
τοὺς ἀποσταλέντας χρυσῶι στεφάνωι καλοκἀγαθίας
ἕνεκεν, Κλέανδρον Διοδώρου, Λέοντα Εὐβ<ο>ύλου,
15 [Κ][φ]αλον Δράκοντος, Θεόδωρον Νουμηνίου,
Λέοντα Δρακοντίδου, καὶ περὶ τούτων οἴεται δεῖν
ἐπιμέλειαν ποιήσ<ασ>θαι τὸν δῆμον ὅπως ὁ τῆς πόλεως
[σ]τέφανος ἀναγορευθῆ[ι] καὶ ὁ τῶν δικαστῶν ἐν τῶι
[θ]εάτρωι Διονυσίοις, δεδόχθαι τῶι δήμωι· τὸν μὲν ἀγωνο-
20 θέτην ἀναγγεῖλαι τὸν τῆς πόλεως στέφανον καὶ τὸν
[τ]ῶν δικαστῶν κυκλίων τῆι πρώτηι· ἐπηινῆσθαι δὲ καὶ
[— —] τ[οὺς] δικαστὰς τοὺς ἀποσταλέντας ἐπειδὴ ἄξιοι γενό-
[με]νοι τοῦ δήμου τιμὰς περιεποίησαν τῆι πόλει· ὅπως δὲ
[καὶ τ]ὸ ψήφισμα τοῦτο καὶ τὸ παρὰ Καλυμνίων ἀναγραφῆι
25 [ἐν] τῶι ἐπιφανεστάτωι τόπωι καθὰ καὶ Καλύμνιοι ἀξιοῦσιν
[οἱ ν]εωποίαι ἐπιμέλειαν ποιησάσθωσαν ἵνα ἀναγραφῆ[ι] ἀμφό[τε]-
[ρα] τὰ ψηφίσματα ἐν τῶι ἱερῶι τοῦ Διὸς ἢ τῆς Ἀρτέμιδος.
[καλ]έσαι δὲ καὶ τοὺς δικ[αστ]ὰς τοὺς ἀποσταλέντας
[εἰς] τὸ πρυτανεῖον.
B.30 [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ
[O( D]A=MOS O( *)IASE/WN E)/N TE TOI=S PRO/TERON XRO/NOIS EU)/NOUS W)\N KAI\
[φίλ]ος δι<ε>τέλει τῶι δάμωι τῶι Καλυμνίων, καὶ νῦν πρεσβεύ-
[σαν]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε,
[οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς
35 [διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου,
[ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἱ παραγενόμενοι
[πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς
[πολ]ίτας τὰ ποτ’ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας,
[καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλει]όνων
40 [ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν
[πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα-
[γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος
[καθισ]τᾶται, τινὰς δὲ καὶ διαίτασαν συμφερόντως
[ἑκα]τέροις τοῖς ἀντιδίκοις, δέκα δὲ δικᾶν εἰσαχθεισᾶν
45 [εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ-
[μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι
[καὶ δ]οκεῖν δηλόμενοι, ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων
[φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὐτὸν καὶ πολ-
[λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσ<σ>ειν τὰ δέοντα ὑπὲρ τοῦ
50 [πλήθευ]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς
[τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι, δεδόχθαι τᾶ[ι]
[βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων
[ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]-
[θος τὸ Κα]λυμνίων, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
55 [ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν-
[τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν, Κλέανδρον
[Διοδώρου], Λέοντα Εὐβούλου, Κέφαλον Δράκοντος,
[Θεόδωρον Ν]ουμηνίου, Λέοντα Δρακοντίδου,
[καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]-
60 [μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν]
[ἐγ Καλύμναι καὶ π]ολιτείαν αὐτοῖς καὶ ἐγγόνοις, [καὶ]
[ἀτέλειαν πάντων· ἐ]πικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν
[τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ
65 [καὶ τὰ βασιλικά].
Search Help
Contact Us