[ ]
Kos Isl. — Kos — 2nd c. BC — cf. EA 31 (1999) 21 (for ll. 3-4) — SEG 49.1118
See also:
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά- |
μ[ω]ι· γνώμα προστ[ατ]ᾶ[ν]· | |
[ἐπει]δὴ Καλλικλῆς Ἀθηνοδώ- | |
ρου Ἁλικαρνασσεὺς [εὔνους] | |
5 | ὢν τῶι δάμωι καὶ ἐ[μ πᾶσι] |
τοῖς καιροῖς πράττων καὶ λέ- | |
γων τὰ συμφέροντα πᾶσιν αὐτ- | |
οῖς, δεδόχθαι τῶι δάμωι· ἐπαι- | |
νέσαι τε αὐτὸν καὶ [ἦμεν] πρό- | |
10 | ξενον καὶ εὐεργέταν τᾶς πό- |
λιος τᾶς Κώιων καὶ ἐκγόνοις | |
ἦμεν δὲ αὐτοῖς ἔσπλουν καὶ | |
ἔκπλουν καὶ ἐμ πολέμωι καὶ | |
ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπον- | |
15 | δεὶ αὐτοῖς καὶ χρήμα[σι· τοὶ] |
δὲ πωληταὶ μισθωσάντω | |
γράψαι τὸ ψάφισμα τόδε εἰς | |
στάλαν λιθίναν καὶ ἀναθέσαι | |
εἰς τὸ ἱερὸν τῶν Δυώδεκα Θεῶν. |