[ ]
Kos Isl. — Kos — ca. 200-150 BC — cf. SEG 28.698 — IK Erythrai 112 — Chiron 29 (1999) 273, 5; cf. SEG 49.1113
See also:
[— — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— τὰς δὲ δε]δ̣ο̣μ̣έ̣ν̣α̣ς̣ τ̣ι̣μ̣[ὰς τῶι δήμωι τῶι Κώιων καὶ] |
τ̣ο̣ῖς δικασταῖς καὶ τῶι γραμμα[τεῖ κατὰ τόδε τὸ ψή]- | |
φισμα ἀναγγεῖλαι ἐν τῶι θεάτρωι το̣[ὺς ἀγωνοθέτας] | |
ὅταν πρῶτο<ν> συντελῶσι τοὺς ἀγῶνα̣[ς τῶν Διο]- | |
5 | νυσιείων καὶ τῶν Σελευκείων· ἀποδ̣[εῖξαι δὲ καὶ] |
πρεσβευτὴν ὅστις ἀποδοὺς Κώιοις [τόδε τὸ ψή]- | |
φισμα παρακαλέσει αὐτοὺς ἐπιμέλε[ιαν ποιήσασ]- | |
[θ]αι ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δ[ήμωι καὶ τοῖς] | |
δικασταῖς καὶ τῶι γραμματεῖ ἀναγγέ̣[λλωνται παρ’ αὐ]- | |
10 | τοῖς ἐν τοῖς ἀγῶσιν καὶ ἀναγραφὲν τ[όδε τὸ ψή]- |
φισμα εἰς στή<λ>ην ἀνατεθῆι οὗ ἂν δό[ξηι τῶι δή]- | |
μωι τῶι Κώιων· οἱ δὲ στρατηγοὶ οἱ στρατ[ηγήσοντες] | |
τὴν δευτέραν τετράμηνον ἐπὶ ἱερ[οποιοῦ τοῦ] | |
μετὰ Ἑρμόδωρον ἐσομένου ἐν τῶ[ι περὶ τῆς] | |
15 | διοικήσεως ψηφίσματι γραψάστωσα̣[ν ὅθεν] |
ἀ̣φοριστήσονται πόροι εἰς στήλην [εἰς ἣν ἀνα]- | |
γραφὲν τόδε τὸ ψήφισμα καὶ παρ’ ἡ[μῖν ἀνατε]- | |
θῇ οὗ ἂν τῶι δήμωι δόξῃ· ταῦτα δ’ εἶνα[ι εἰς φυλα]- | |
κὴν τῆς πόλεως· πρεσβευτὴς ἀπεδε[ίχθη] | |
20 | Αὐτόνομος Φυ<λ>άρχου̣. |