| [— — — — — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα π]ρ̣[οστατᾶν· περὶ] |
| [ὧν Δάλιοι ψάφισμ]α κ̣[αὶ πρεσβευτὰν ἀ]ποσ̣[τείλαντες Κυν]- | |
| θ̣ι̣ά[δαν?] ἀ̣ξιοῦντι τᾶν τιμᾶν αἷς τετιμ̣άκαν[τι Φί]λ̣[ι]π̣π̣ον | |
| τὸν ἰατρὸν ἀναγόρευσίν τε δόμεν τῶν Ἀσκλαπι- | |
| 5 | είων ἐν τῶι γυμνικῶι ἀγῶνι, καὶ ὅπως ὑπόμναμα ὑπάρχῃ |
| ἐς τὸμ πάντα χρόνον ἀναγράψαι τὸ ψάφισμα τᾶν τιμᾶ[ν] | |
| ἐς στάλαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, | |
| ἀκολούθως δὲ καὶ ὁ πρεσβευτὰς διελέγη τοῖς ἐν τῷ | |
| ψαφίσματι γεγραμμένοις· ὅπως οὖν ὁ δᾶμος Δαλίοις | |
| 10 | τε φαίνηται ὑπακούων τὰ ἀξιούμενα καὶ τοῖς αὑτοῦ |
| πολίταις ἐπὶ τοῖς διδομένοις αὐτοῖς τιμίοις ὑπὸ | |
| τᾶμ πολίων συναδόμενός τε καὶ συνκατασκευά- | |
| ζων ἐπιφανεῖς τὰς τιμάς· δεδόχθαι δόμεν αὐτοῖς̣ | |
| τὰν ἀναγγελίαν καθότι ἀξιοῦντι· τοὶ δὲ προσ- | |
| 15 | τάται καὶ ὁ ἀγωνοθέτας ἐπιμεληθέντω τᾶς ἀνα- |
| γορεύσιος· μισθωσάντω δὲ καὶ τοὶ πωληταὶ ἀνα- | |
| γράψαι τὸ ψάφισμα καθ’ ὅτι τετίμαται Φίλιππος | |
| ὑπὸ Δαλίων ἐς στάλαν λιθίναν καὶ ἀναθέμεν | |
| ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ· τόπον δὲ ἀποδειξάντω | |
| 20 | τοὶ προστάται· τὸ δὲ ἀνάλωμα τοὶ ταμίαι τελε- |
| σάντω ἀπὸ τῶν ἐς τὰ ὑπὸ πωλητᾶν ἔργα μισθού- | |
| μενα· τὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια ἐς τὸ | |
| πρυτανεῖον, δόντω δὲ αὐτῶι καὶ τοὶ ταμίαι ἐς θυ- | |
| σίαν ἀπὸ τῶν προπεπορισμένων χρημάτων | |
| 25 | δραχμὰς πεντήκοντα. |
Clara Rhodos
10 (1941) 37,4