[ ] Kos Isl. — Kos — 1st c. BC — Paton-Hicks 58 — cf. SEG 26.954
front face.1 Φοίβωι καὶ Βάκχωι μ’ ἐπινίκιον ἴλαον αὐλοῖς,
οὔνομα καὶ τέχνην πατρὸς ἐνενκαμένου,
δῆμος ἐπέγραψεν Κώιων Διόνυσον, Ἀρίστων,
μάρτυρά σοι στεφάνων Ἑλλάδος εὐρυχόρου.
                            vacat
5 ἀνφοτέρης ὀφιηβοσίης αὐλοῖσιν Ἀρίστων
Πυθοῖ κἠν Νεμέηι κλῶνας ἐρεψάμενος,
καὶ πίτυν ἐξ Ἰσθμοῖο Παλαίμονι πυκνὰ <λ>αλεῦσαν
ἀσπίδα τε ἐξ Ἄργους ἀντὶ Διὸς κοτίνων,
καὶ τὸν ἀπ’ οὐκ ἀγρίου Παναθηναίοισιν ἐλαίου
10 νειφόμενον δώροις κρωσσὸν ἐνενκάμενος,
χάλκεον ἁβροχίτωνα Θυώνης παῖδα με Βάκχον,
Δωρίδος ἐκ πάτρης ἄνθεμα δημοσίηι
Φοίβωι κἀμαυτῶι κεχαρισμένον εἵσατο τέχνης
ἣν πατρὸς ἐκ φιλίης αὔσαθ’ ὁμωνυμίης.
right face.1 θεοί.
Search Help
Contact Us