| 1 | [Γάϊ]ο̣ν Στερτίνιο[ν Ἡ]ρα[κ]λ[εί]του υἱὸν Κ[ορ]- |
| [νηλί]ᾳ Ξενοφῶντα, φιλοκαίσαρα, φιλοκλ[αύ]- | |
| [δι]ο̣ν, φιλοσέβαστον, δήμου υἱόν, φιλόπα̣- | |
| τριν, εὐσεβῆ, εὐεργέτην τῆς πατρίδος, <πα>[ρὰ] | |
| 5 | τοῦ Σεβαστοῦ ἱερέα διὰ βίου τῶν Σεβαστῶ[ν] |
| καὶ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ[ερ]- | |
| μανικοῦ Αὐτοκράτορος καὶ Ἀσκληπιοῦ καὶ [Ὑ]- | |
| γείας καὶ Ἠπιόνης καὶ κατὰ γένος Ἀπόλλ[ω]- | |
| νος Καρνίου καὶ Σεβαστῆς Ῥέας, ἀρχίατρ[ον], | |
| 10 | χειλιαρχήσαντα, καὶ ἔπαρχον γενόμενο[ν] |
| τῶν ἀρχιτεκτόνων, καὶ τειμηθέντα ἐν τ̣[ῶι] | |
| κατὰ Βριτάννων θριάμβωι στεφάνωι χρυσέ[ωι] | |
| καὶ δόρατι —— Γάϊος Ἰούλιος Διονυσίου [υἱ]- | |
| ὸς Φαβίᾳ Ἀντίπατρος φιλοκαῖσαρ καὶ φιλοσ[έ]- | |
| 15 | βαστος, χιλίαρχος καὶ ἀποδεδειγμένος |
| τῆς Ἀσίας ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ θεο[ῦ] | |
| Σεβαστοῦ Καίσαρος Διὸς Πατρώιου, σὺν Ἰο[υ]- | |
| λίᾳ Πολυδεύκους θυγατρὶ Νικαγορίδι τῆ[ι] | |
| ἑαυτοῦ γυναικὶ καὶ τοῖς τέκνοις τὸν συ̣[γ]- | |
| 20 | γενῆ εὐχαριστίας καὶ εὐνοίας ἕνεκεν. |
Iscr. di Cos
EV 219