[ ] Kos Isl. — Prov. unkn. [decree of Iasos] — 2nd c. BC — SEG 27.517+ — IK Iasos 51 — cf. BE (1995) 448
See also:
1 ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι· πρυτάνεων
γνώμη, περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα-
τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος
ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν
5 καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσιν τῶν πολιτ<ῶ>ν̣
εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ
τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων
καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ
τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣-
10 θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου
πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ
καὶ πρόξενος τῆς πόλεως, δοθῆι δὲ αὐτῶι κα[ὶ]
πολιτεία μετέχοντι πάντων ὧν καὶ τοῖς ἄ[λ]-
λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τιμ[ί]-
15 α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῶι καὶ
προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]-
σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι]
ὅπως ἀνανγελ<ῇ> ὁ στέ{ε}φανος {²⁶στέφανος}²⁶ ὧι τετίμη-
ται Τελε̣υ̣τί̣α̣ς ἐν τοῖς πρώτοις Διονυσίο[ις]·
20 δεδόχθαι Ἰασε̣ῦ̣σ̣ι̣ ἐ̣π̣α̣ι̣νέσαι Τελευτίαν
Θευδώρου Κῶιον εὐνοία̣ς̣ ἕ̣ν̣ε̣κ̣ε̣ τ̣ῆ̣ς̣ ε̣ἰς τὴν [πό]-
λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνω̣ι̣ [ἀπὸ]
πλήθους ὅσον πλεῖστον ἔξεστιν ἐκ τῶν ν[ό]-
μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰ[ς]
25 τὸ πλῆθος τὸ Ἰασέων· εἶναι δὲ καὶ προεδρίαν ἐ[ν]
τοῖς ἀγῶσι πᾶσι· ὑπάρχειν δὲ αὐτὸν καὶ πρόξεν[ον]
τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι κα[ὶ] πολιτείαν [με]-
τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ-
τεστι· ἐπικληρῶσαι δὲ αὐτὸν κα[ὶ ἐ]πὶ φυλὴν ἐν τ[οῖς]
30 ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]-
νοις αὐτοῦ· τὸν δὲ ἀγωνοθέτ̣ην ἐπιμελὲς πο[ιή]-
σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος ὧι τετίμη[ται]
Τ̣ελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν
τοῖς πρώτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ]
35 καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ]
τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν],
τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρὶ]
τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸν [δῆ]-
μον ἐμφανίσα[ι καὶ πα]ρακαλεῖν οἰκήο[υς]
40 καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λε]-
[ως] φι̣λ̣ο̣φ̣ρ̣ό̣ν̣ω̣ς ἀ̣π̣[οδέξασθαι τὰ] ἐψηφισμέν[α — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help