[ ]
Kos Isl. — Prov. unkn. [decree of Iasos] — 2nd c. BC — SEG 27.517+ — IK Iasos 51 — cf. BE (1995) 448
See also:
1 | ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι· πρυτάνεων |
γνώμη, περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα- | |
τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος | |
ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν | |
5 | καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσιν τῶν πολιτ<ῶ>ν̣ |
εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ | |
τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων | |
καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ | |
τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣- | |
10 | θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου |
πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ | |
καὶ πρόξενος τῆς πόλεως, δοθῆι δὲ αὐτῶι κα[ὶ] | |
πολιτεία μετέχοντι πάντων ὧν καὶ τοῖς ἄ[λ]- | |
λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τιμ[ί]- | |
15 | α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῶι καὶ |
προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]- | |
σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι] | |
ὅπως ἀνανγελ<ῇ> ὁ στέ{ε}φανος {²⁶στέφανος}²⁶ ὧι τετίμη- | |
ται Τελε̣υ̣τί̣α̣ς ἐν τοῖς πρώτοις Διονυσίο[ις]· | |
20 | δεδόχθαι Ἰασε̣ῦ̣σ̣ι̣ ἐ̣π̣α̣ι̣νέσαι Τελευτίαν |
Θευδώρου Κῶιον εὐνοία̣ς̣ ἕ̣ν̣ε̣κ̣ε̣ τ̣ῆ̣ς̣ ε̣ἰς τὴν [πό]- | |
λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνω̣ι̣ [ἀπὸ] | |
πλήθους ὅσον πλεῖστον ἔξεστιν ἐκ τῶν ν[ό]- | |
μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰ[ς] | |
25 | τὸ πλῆθος τὸ Ἰασέων· εἶναι δὲ καὶ προεδρίαν ἐ[ν] |
τοῖς ἀγῶσι πᾶσι· ὑπάρχειν δὲ αὐτὸν καὶ πρόξεν[ον] | |
τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι κα[ὶ] πολιτείαν [με]- | |
τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ- | |
τεστι· ἐπικληρῶσαι δὲ αὐτὸν κα[ὶ ἐ]πὶ φυλὴν ἐν τ[οῖς] | |
30 | ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]- |
νοις αὐτοῦ· τὸν δὲ ἀγωνοθέτ̣ην ἐπιμελὲς πο[ιή]- | |
σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος ὧι τετίμη[ται] | |
Τ̣ελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν | |
τοῖς πρώτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ] | |
35 | καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ] |
τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν], | |
τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρὶ] | |
τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸν [δῆ]- | |
μον ἐμφανίσα[ι καὶ πα]ρακαλεῖν οἰκήο[υς] | |
40 | καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λε]- |
[ως] φι̣λ̣ο̣φ̣ρ̣ό̣ν̣ω̣ς ἀ̣π̣[οδέξασθαι τὰ] ἐψηφισμέν[α — —] | |
[— — — — — — — — — — — — — — — — — — — — —] |