1 | [θυ]όντω δὲ καὶ τοὶ τὸς γάμος ἐν τῷ ἱερῷ π[οιεῦ]- |
[ντ]ες ἱερεῖον τέλειον ἀπὸ (δρ.) λ· θυέτω δὲ καὶ | |
τῶν ἄλλων ὁ χρῄζων ἱερεῖον ὃ νομίζετ[αι ἐν] | |
[αἷ]ς ἁμέραις ὅσιόν ἐστι θύεν· ὁ ἱερεὺς ἐπὶ [τὰ] | |
5 | [ἱε]ρ̣ὰ ἃ ποιεῖται ὁ δᾶμος τᾶι κ τοῦ Πεταγει[τν]- |
[ύ]ου μηνὸς συμπομπευέτω μετὰ τοῦ μο- | |
[ν]άρχου καὶ τῶν ἱεροποιῶν καὶ τῶ<ν> νενικακότω- | |
ν̣ τὸς στεφανίτας ἀγῶνας, ἔχων καὶ κιτῶνα π- | |
[ορ]φύρεον καὶ δακτυλίος χρυσέος καὶ στέφ- | |
10 | [ανο]ν θάλλινον· τὰν δὲ αὐτὰν ἐσθῆτα ἐχέτω |
[ἐν τ]ῷ ἱερῷ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις πάσαι- | |
[ς, λε]υχιμονίτω δὲ διὰ βίου, καὶ ἁγνευέσθω | |
[ὅσω]ν καὶ τοῖς λοιποῖς ἱερεῦσι ποτιτέτακται ἁ- | |
[γν]εύεσθαι. γέρη δὲ λαμβανέτω τῶν θυομέν- | |
15 | [ων] βοὸς μὲν ἢ ὄϊος δέρμα καὶ σκέλος, τῶν δὲ |
[ἄλ]λων σκέλος, ἐπιτιθέντω δὲ τοὶ θύοντες | |
[ἐπ]ὶ τὰν τράπεζαν τῶν ἱερῶν τᾶι θεῷ, ἐμβα[λ]- | |
[λ]όντω δὲ καὶ ἐς τὸν θησαυρὸν τῶν μὲν βοϊκ̣[ῶν] | |
[ἱ]ερείων ὑπὲρ ἑκάστου (δρ.) α, τῶν δὲ ἄλλων (ὀβολοὺς?) τ[ρεῖς]?· | |
20 | [τ]οῦδε τὸ μὲν ἥμισον ἔστω τᾶς Νίκας, τὸ δὲ |
{τ̣ὸ δὲ} ἥμισον τοῦ ἱερέως· ἀνοιγόντω δὲ τὸν θη- | |
[σ]αυρὸν τοὶ προστάται μετὰ τοῦ ἱερέως δι’ ἐτῶ- | |
ν β, καὶ τὸ γινόμενον τᾶς ἀνοίξιος τέλεσμα | |
ἀφαιρεύντω ἀπὸ τοῦ εὑρεθέντος. ὅπως δὲ | |
25 | καὶ ἁ πομπὰ τᾷ θεῷ ἐπιφανέστερον συντε- |
[λ]ῆται, τοὶ χειροτονεύμενοι ὑπὸ τοῦ δάμου | |
κιθαρισταὶ ἀγόντω τὸς παῖδας κιθαρίζοντας | |
τὸ σπονδεῖ[ον καθ]ότι καὶ ἐπὶ τᾶν ἄλλαν πο[μ]- | |
[π]ᾶν ποιεῦ[ντι καὶ κιθαρί]ζ̣οντες τα[․․․․․] | |
30 | [— — — — — — — — — — — — —]τ̣ο̣υ̣τ̣ο̣[— — —] |
Iscr. di Cos
ED 89