1 | [․․․․] π̣α̣ρὰ τ[ᾶς] πόλιος, εἰ δέ τις χρεία ἐστὶ τῶ[ι] |
δάμωι καὶ δήλεται χαρίξασθαι τᾶι βασιλίσ- | |
σαι, δίδωτι δωρεὰν τᾶι πόλει· δεδόχθαι τᾶ[ι βου]- | |
λᾶι καὶ τᾶι ἐκκλησίαι Διονύσιον ἐπαινέσ[αι] | |
5 | εὐνοίας καὶ προθυμίας ἕνεκεν καὶ στ[εφα]- |
νῶσαι χρυσῶι στεφάνωι ὅσσωι κύριό[ς ἐστιν]. | |
[ὁ] δᾶμος χειροτονίαι μεγίσταν [δωρεὰν] | |
[δ]ιδόμεν, καὶ ἀναγγεῖλαι τὸν σ[τέφανον] | |
[ἐ]ν τῶι χορικῶι ἀγῶνι ὅκκα πρᾶτ[α συντελῆι ὁ δᾶ]- | |
10 | μος· ἦμεν δὲ αὐτὸν πρόξε[νον καὶ εὐεργέ]- |
ταν τᾶς πόλιος τᾶς Κώιων [— — — — — ἐ]- | |
πὶ ταῖς ἄλλαις τιμαῖς ταῖ[ς διδομέναις Σι]- | |
νωπεῦσι ἐγ Κῶι, καὶ ἦμεν [αὐτῶι καὶ ἔκπλουν] | |
καὶ εἴσπλουν καὶ ἐμ πο[λέμωι καὶ ἐν εἰράναι ἀ]- | |
15 | συλεὶ καὶ ἀσπονδεὶ κα[ὶ αὐτῶι καὶ χρήμασι]. |
τοὶ δὲ πωληταὶ μισθ[ωσάντω ἀναγράψαι τε] | |
τὰν προξενίαν κα[ὶ ἐργάζεσθαι τὰν στά]- | |
λαν καὶ θέντω ἐν̣ [τῶι ἱαρῶι τοῦ Ἀσκλαπιοῦ]. | |
ἔδοξε τῶι δάμωι, Κα[— — — — — εἶπε· τὰ] | |
20 | μὲν ἄλλα καθάπερ τ[ᾶι βουλᾶι· ὅπως δὲ] |
καὶ ἐν Σινώπαι ὁ στέφαν[ος ἀναγγελῆι, ἐπι]- | |
μεληθέντω τοὶ ἄγγελοι [τοὶ πλεύσοντες ἐς Σι]- | |
νώπαν τὰς ἀναγγελίας αἰτ[ήσασθαι τὸν] | |
δᾶμον τὸν Σινωπέων. | |
25 | vacat |
Iscr. di Cos
ED 20