[ ] Kos Isl. — Kos — late 4th c. BC — cf. Chiron 28 (1998) 112, n. 56
See also:
1 [․․․․] π̣α̣ρὰ τ[ᾶς] πόλιος, εἰ δέ τις χρεία ἐστὶ τῶ[ι]
δάμωι καὶ δήλεται χαρίξασθαι τᾶι βασιλίσ-
σαι, δίδωτι δωρεὰν τᾶι πόλει· δεδόχθαι τᾶ[ι βου]-
λᾶι καὶ τᾶι ἐκκλησίαι Διονύσιον ἐπαινέσ[αι]
5 εὐνοίας καὶ προθυμίας ἕνεκεν καὶ στ[εφα]-
νῶσαι χρυσῶι στεφάνωι ὅσσωι κύριό[ς ἐστιν].
[ὁ] δᾶμος χειροτονίαι μεγίσταν [δωρεὰν]
[δ]ιδόμεν, καὶ ἀναγγεῖλαι τὸν σ[τέφανον]
[ἐ]ν τῶι χορικῶι ἀγῶνι ὅκκα πρᾶτ[α συντελῆι ὁ δᾶ]-
10 μος· ἦμεν δὲ αὐτὸν πρόξε[νον καὶ εὐεργέ]-
ταν τᾶς πόλιος τᾶς Κώιων [— — — — — ἐ]-
πὶ ταῖς ἄλλαις τιμαῖς ταῖ[ς διδομέναις Σι]-
νωπεῦσι ἐγ Κῶι, καὶ ἦμεν [αὐτῶι καὶ ἔκπλουν]
καὶ εἴσπλουν καὶ ἐμ πο[λέμωι καὶ ἐν εἰράναι ἀ]-
15 συλεὶ καὶ ἀσπονδεὶ κα[ὶ αὐτῶι καὶ χρήμασι].
τοὶ δὲ πωληταὶ μισθ[ωσάντω ἀναγράψαι τε]
τὰν προξενίαν κα[ὶ ἐργάζεσθαι τὰν στά]-
λαν καὶ θέντω ἐν̣ [τῶι ἱαρῶι τοῦ Ἀσκλαπιοῦ].
ἔδοξε τῶι δάμωι, Κα[— — — — — εἶπε· τὰ]
20 μὲν ἄλλα καθάπερ τ[ᾶι βουλᾶι· ὅπως δὲ]
καὶ ἐν Σινώπαι ὁ στέφαν[ος ἀναγγελῆι, ἐπι]-
μεληθέντω τοὶ ἄγγελοι [τοὶ πλεύσοντες ἐς Σι]-
νώπαν τὰς ἀναγγελίας αἰτ[ήσασθαι τὸν]
δᾶμον τὸν Σινωπέων.
25            vacat
Search Help
Contact Us