[ ]
Kos Isl. — Kos — 81 BC and 84 BC — RFIC 66 (1938) 253-263 — Sherk, Roman Documents (1969) 49
See also:
face A,front.1 | ἀγαθᾶι τύχαι. |
[Λ]ε̣ύκιος Κορνήλιος Λευκίου ὑιὸς Σύλλας Ἐπα- | |
φρόδειτος δικτάτωρ Κῴων ἄρχουσι βουλῇ | |
δήμῳ χαίρειν. ἐγὼ Ἀλεξάνδρῳ Λαοδικεῖ κι- | |
5 | θαριστῇ, ἀνδρὶ καλῷ καὶ ἀγαθῷ καὶ φίλῳ ἡμε- |
τέρῳ, πρεσβευτῇ παρὰ τοῦ κοινοῦ τῶν περὶ τὸν Διό- | |
[ν]υ̣σον τεχνιτῶν τῶν ἐπὶ Ἰωνίας καὶ Ἑλλησπόντου | |
[καὶ τ]ῶν περὶ τὸν Καθηγεμόνα Διόνυσον ἐπέτ[ρε]- | |
[ψα στήλην] παρ’ ὑμεῖν ἐν τῷ ἐπισημοτάτῳ τόπωι ἀναθή- | |
10 | [σεσθαι ἐν ᾗ] ἀναγραφήσεται τὰ ὑπ’ ἐμοῦ δεδομένα |
[τοῖς τεχνίταις] φιλάνθρωπα· πρεσβεύσαντος δ[ὲ] | |
[νῦν αὐτοῦ εἰς Ῥώμην], τῆς συγκλήτου δὲ δόγμα π̣[ερὶ] | |
[τούτων ψηφισαμένης, ὑμᾶς] ο̣ὖν θέλω φροντίσαι ὅπως [ἀπο]- | |
[δειχθῇ παρ’ ὑμεῖν τόπος ἐπισ]ημότατος ἐν ᾧ ἀναθή- | |
15 | [σεται ἡ στήλη ἡ περὶ τῶν τεχνιτῶ]ν̣· ὑπογέγραφφα δὲ |
[τῆς παρ’ ἐμοῦ ἐπιστολῆς τοῦ τε δόγματος] τῆς συνκλή- | |
[του τὰ ἀντίγραφα — — — — — — — — — —]Ν̣Τ̣Ω̣. | |
face B,back.1 | [․․․]δει σὺν δὲ καὶ ἣν ἔχετε πρὸς [ἡμ]ᾶς [εὔ]νο[ιαν], |
ὑμᾶς οὖν θέλω [ἐ]πεγνωκέναι ἐμ̣ὲ̣ ἀπὸ συμβο[υ]- | |
λίου γνώμης γνώμην ἀποπεφάνθαι, ἃ φιλάνθ[ρ]- | |
[ω]π̣α κα[ὶ τι]μὰς ἀλειτουργησίας τε ὑμεῖν καταλο- | |
5 | [γῇ] τοῦ Διονύσου καὶ τῶν Μουσῶν καὶ τῆς πο[λι]- |
τ̣ε̣ί̣ας ὑμῶν χάριτι σύνκλητος ἄρχοντές τε [ἢ ἀν]- | |
τάρχοντες ἡμέτεροι ἔδωκαν σ[υνεχώ]- | |
ρησαν, ἵνα ταῦτα ἔχετε, καὶ κ[αθὼς καὶ πρὶν] | |
πάσης τε λειτουργίας ἀλε[ιτούργητοι ἦτε] | |
10 | στρατείας τε, μήτε τινὰ [εἰσφορὰν ἢ δαπά]- |
νας εἰσφέρετε, μήτε [ἐ]ν̣[οχλεῖσθε ὑπό τινος] | |
παροχῆς ἕνεκέν τ[ε καὶ ἐπισταθμείας, μήτε] | |
τινὰ δέχεσθ[αι καταλύτην ἐπαναγκάζεσθε]. | |
ἵνα δὲ καὶ [— — — — — — — — — — — — —] | |
15 | [․․]ΙΟΝΙΙ[— — — — — — — — — — — — —] |
ἀναγ[ρ— — — — — — — — — — — — — — —] |