[ ] Kos Isl. — Kos — 81 BC and 84 BC — RFIC 66 (1938) 253-263 — Sherk, Roman Documents (1969) 49
See also:
face A,front.1                ἀγαθᾶι τύχαι.
[Λ]ε̣ύκιος Κορνήλιος Λευκίου ὑιὸς Σύλλας Ἐπα-
φρόδειτος δικτάτωρ Κῴων ἄρχουσι βουλῇ
δήμῳ χαίρειν. ἐγὼ Ἀλεξάνδρῳ Λαοδικεῖ κι-
5 θαριστῇ, ἀνδρὶ καλῷ καὶ ἀγαθῷ καὶ φίλῳ ἡμε-
τέρῳ, πρεσβευτῇ παρὰ τοῦ κοινοῦ τῶν περὶ τὸν Διό-
[ν]υ̣σον τεχνιτῶν τῶν ἐπὶ Ἰωνίας καὶ Ἑλλησπόντου
[καὶ τ]ῶν περὶ τὸν Καθηγεμόνα Διόνυσον ἐπέτ[ρε]-
[ψα στήλην] παρ’ ὑμεῖν ἐν τῷ ἐπισημοτάτῳ τόπωι ἀναθή-
10 [σεσθαι ἐν ᾗ] ἀναγραφήσεται τὰ ὑπ’ ἐμοῦ δεδομένα
[τοῖς τεχνίταις] φιλάνθρωπα· πρεσβεύσαντος δ[ὲ]
[νῦν αὐτοῦ εἰς Ῥώμην], τῆς συγκλήτου δὲ δόγμα π̣[ερὶ]
[τούτων ψηφισαμένης, ὑμᾶς] ο̣ὖν θέλω φροντίσαι ὅπως [ἀπο]-
[δειχθῇ παρ’ ὑμεῖν τόπος ἐπισ]ημότατος ἐν ᾧ ἀναθή-
15 [σεται ἡ στήλη ἡ περὶ τῶν τεχνιτῶ]ν̣· ὑπογέγραφφα δὲ
[τῆς παρ’ ἐμοῦ ἐπιστολῆς τοῦ τε δόγματος] τῆς συνκλή-
[του τὰ ἀντίγραφα — — — — — — — — — —]Ν̣Τ̣Ω̣.
face B,back.1 [․․․]δει σὺν δὲ καὶ ἣν ἔχετε πρὸς [ἡμ]ᾶς [εὔ]νο[ιαν],
ὑμᾶς οὖν θέλω [ἐ]πεγνωκέναι ἐμ̣ὲ̣ ἀπὸ συμβο[υ]-
λίου γνώμης γνώμην ἀποπεφάνθαι, ἃ φιλάνθ[ρ]-
[ω]π̣α κα[ὶ τι]μὰς ἀλειτουργησίας τε ὑμεῖν καταλο-
5 [γῇ] τοῦ Διονύσου καὶ τῶν Μουσῶν καὶ τῆς πο[λι]-
τ̣ε̣ί̣ας ὑμῶν χάριτι σύνκλητος ἄρχοντές τε [ἢ ἀν]-
τάρχοντες ἡμέτεροι ἔδωκαν σ[υνεχώ]-
ρησαν, ἵνα ταῦτα ἔχετε, καὶ κ[αθὼς καὶ πρὶν]
πάσης τε λειτουργίας ἀλε[ιτούργητοι ἦτε]
10 στρατείας τε, μήτε τινὰ [εἰσφορὰν ἢ δαπά]-
νας εἰσφέρετε, μήτε [ἐ]ν̣[οχλεῖσθε ὑπό τινος]
παροχῆς ἕνεκέν τ[ε καὶ ἐπισταθμείας, μήτε]
τινὰ δέχεσθ[αι καταλύτην ἐπαναγκάζεσθε].
ἵνα δὲ καὶ [— — — — — — — — — — — — —]
15 [․․]ΙΟΝΙΙ[— — — — — — — — — — — — —]
ἀναγ[ρ— — — — — — — — — — — — — — —]
Search Help
Contact Us