col. I.1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]σω[— — — — — — — — — —] |
[— — — — — — —]ω̣ν̣ Ζ̣ή̣θου̣ ε̣ἶπαν· ἐπε̣[ιδὴ Διόφαντος Ἀσκλ]α̣[πι]οδώρου Σινωπεὺς φίλος [μὲν καὶ] | |
[εὐεργέτας ἁμῶν] ἐ̣ών, πιστε[υ]όμενος δὲ κ̣α̣[ὶ τιμώμενος οὐ]θενὸς ἧσσον ὑπὸ βασιλέος Μιθραδάτ̣α Εὐπά- | |
[τορος], δ̣ι̣ὰ παντὸς ἀγαθοῦ παραίτιος γίνεται ἑ̣[κάστωι] ἁ̣μῶν, ἐπ[ὶ] τὰ κάλλιστα καὶ ἐνδοξότατα τὸν | |
5 | [βασ]ιλέα προτρεπόμενος· παρακληθεὶς δ’ ὑπ’ αὐτοῦ̣ [καὶ] τ̣ὸν ποτὶ Σκ̣ύθας πόλεμον ἀναδεξάμενος |
[καὶ] π̣αραγενόμενος εἰς τὰν πόλιν ἁμῶν, ἐπάνδρως παντὶ τῶι στρατοπέδῳ τὰν εἰς τὸ πέραν διάβα- | |
[σι]ν ἐποήσατο. Παλάκου δὲ τοῦ Σκυθᾶν βασιλεῖος αἰφνιδίως ἐπιβαλόντος μετὰ ὄχλου πολλοῦ, παρα- | |
[τα]ξάμενος ἐν χρε̣ίαι, τοὺς ἀνυποστάτους δοκοῦντας εἶμεν Σκύθας τρεψάμενος πρῶτον ἀπ’ αὐ- | |
[τῶ]ν ἐπόησε βασιλέα Μιθραδάταν Εὐπάτορα τρόπαιον ἀναστᾶσαι· τοὺς δὲ παροικοῦντας Ταύρους ὑ- | |
10 | [φ’ ἑ]αυτὸν ποησάμενος καὶ πόλιν ἐπὶ τοῦ τόπου συνοικίξας, εἰς τοὺς κατὰ Βόσπορον τόπους ἐχωρί- |
[σθη] καὶ πολλὰς καὶ μεγάλας ἐν ὁλίωι χρόνωι πράξεις ἐπιτελέσας πάλιν εἰς τοὺς καθ’ ἁμὲ τόπους [ἐ]πέ- | |
[στ]ρεψε καὶ παραλαβὼν τοὺς ἐν ἀκμᾶι τῶν πολιτᾶν εἰς μέσαν τὰν Σκυθίαν προῆλθε. παραδόντων δὲ | |
[αὐτ]ῶι Σκυθᾶν τὰ βασίλεια Χαβαίους καὶ Νέαν πόλιν, σχεδὸν πάντας ὑπακόους συνέβα γενέσθαι | |
[βα]σ̣ιλεῖ Μιθραδάται Εὐπάτορι· ἐφ’ οἷς ὁ δᾶμος εὐχαριστῶν ἐτίμασε ταῖς καθηκούσαις αὐτὸν τιμαῖς, | |
15 | [ὡ]ς̣ ἀπολελυμένος ἤδη τᾶς τῶν βαρβάρων ἐπικρατείας. τῶν δὲ Σκυθᾶν τὰν ἔμφυτον |
[α]ὐ̣τοῖς ἀθεσίαν ἐκφανῆ καταστασάντων καὶ τοῦ μὲν βασιλεῖος ἀποστάντων, τὰ δὲ πρά- | |
[γμ]ατα εἰς μεταβολὰν ἀγαγόντων, δι’ ἃς αἰτίας βασιλεῖος Μιθραδάτα Εὐπάτορος Διόφαντον | |
[πά]λιν ἐκπέμ̣ψαντος μετὰ στρατοπέδου, καίπερ τοῦ καιροῦ συγκλείοντος εἰς χειμῶνα, Διό- | |
[φα]ντος ἀναλαβὼν τοὺς ἰδίους καὶ τῶν πολιτᾶν τοὺς δυνατωτάτους ὥρμασε μὲν ἐπ’ αὐτὰ | |
20 | [τὰ β]ασίλεια τῶν Σκυθᾶν, κωλυθεὶς δὲ διὰ χειμῶνας, ἐπιστρέψας ἐπὶ τὰ παραθαλάσσια Κερκινῖτιν |
[μὲν] ἐλάβετο καὶ τὰ Τείχη, τοὺς δὲ τὸν Καλὸν λιμένα κατοικοῦντας πολιορκεῖν ἐπεβάλετο. Παλά- | |
[κο]υ̣ δὲ συνε̣ργεῖν τὸν καιρὸν ἑαυτῶι νομίζοντος καὶ συναγαγόντος τοὺς ἰδίους πάντας, ἔτι δὲ | |
[καὶ] τ̣ὸ τῶν Ῥευξιναλῶν ἔθνος συνεπισπασαμένου, ἁ διὰ παντὸς Χερσονασιτᾶν προστατοῦσα | |
[Πα]ρ̣θένος, καὶ τότε συμπαροῦσα Διοφάντωι, προεσάμανε μὲν τὰν μέλλουσαν γίνεσθαι πρᾶξιν | |
25 | [διὰ τ]ῶν ἐν τῶι ἱερῶι γενομένων σαμείων, θάρσος δὲ καὶ τόλμαν ἐνεποίησε παντὶ τῶι στρ̣α̣τοπέ- |
[δωι· Δ]ιοφάντου δὲ διαταξαμένου σωφρόνως, συνέβα τὸ νίκαμα γενέσθαι βασιλεῖ Μιθ[ρ]αδά- | |
[ται Εὐ]π̣άτορι καλὸν καὶ μνάμας ἄξιον εἰς πάντα τὸν χρόνον· τῶν μὲγ γὰρ πεζῶν ἤτοι τις ἢ̣ οὐ- | |
[θεὶς ἐσώ]θ̣η, τῶν δὲ ἱππέων οὐ πολλοὶ διέφυγον· οὐδένα δὲ χρόνον ἀργὸν παρείς, παραλαβὼν | |
[τὸ στρατόπεδον], ἄ̣κ̣ρου τοῦ ἔαρος ἐπὶ Χαβαίους κα̣ὶ Νέ[αν π]όλιν ἐλθὼν παντὶ τ̣ῶ̣ι̣ β̣ά̣ρε̣ι̣ | |
col. II.30 | [— — — — —]Μ̣σ[․]ω[․․]ι[— — — — — — — — ὥστε τοὺς μὲν — — — — — — — —] |
Δ̣․Ε̣Ε̣[— —]․φυγεῖν, τ̣οὺς δὲ λοιποὺς Σκύθας περὶ τῶν καθ’ ἑαυτοὺ̣[ς — — — — —] | |
τωι βουλεύσασθαι. εἴς τε τοὺς κατὰ Βόσπορον τόπους χωρισθ̣ε̣[ὶ]ς καὶ [καταστα]- | |
σάμενος καὶ τὰ ἔν<θ>ινα καλῶς καὶ συμφερόντως βασιλεῖ Μιθραδάται Εὐπά̣[τορι], | |
τῶν περὶ Σαύμακον Σκυθᾶν νεωτεριξάντων καὶ τὸν μὲν ἐκθρέψαντα αὐτὸν {²ΑΥΤΟ[—] (facs.)}² [βα]- | |
35 | σιλέα Βοσπόρου Παιρισάδαν ἀνελόντων, αὐτῶι δ’ ἐπιβουλευσάντων, διαφ[υγὼν τὸν] |
κίνδυνον ἐπέβα μὲν ἐπὶ τὸ ἀποσταλὲν ἐπ’ αὐτὸν ὑπὸ τῶν πολιτᾶν πλοῖον, παραγ̣[ενό]- | |
μενος δ̣[ὲ] καὶ παρακαλέσας τοὺς πολίτας, συνεργὸν πρόθυμον ἔχων τὸν ἐξ[απο]- | |
στέλλοντα β̣ασιλέα Μ[ι]θραδάταν Εὐπάτορα, παρῆν ἔχων ἄκρου τοῦ ἔαρος σ̣[τρα]- | |
τόπεδον πεζ̣ικ̣[ό]ν τε καὶ ναυτικόν, παραλαβὼν δὲ καὶ τῶν πολιτᾶν ἐπιλέ- | |
40 | κτους ἐμ πληρώμασι τρισί, ὁρμαθεὶς ἐκ τᾶς πόλεος ἁμῶν παρέλαβ[ε] |
μὲν Θεοδοσίαν καὶ Παντικάπαιον, τοὺς δὲ αἰτίους τᾶς ἐπαναστάσεο[ς] | |
τιμωρησάμενος καὶ Σαύμακον τὸν αὐτόχειρα γεγονότα βασιλέος Παιρι- | |
σάδα λαβὼν ὑποχείριον εἰς τὰν βασιλείαν ἐξαπέστειλε, τὰ δὲ πράγματα ἀ̣- | |
νεκτ[ά]σατο βασιλεῖ Μιθραδάται Εὐπάτορι. ταῖς τε πρεσβείαις ταῖς ἀποστελ- | |
45 | λομέναις ὑπὸ τοῦ δάμου συνεργῶν εἰς πᾶν τὸ συμφέ[ρ]ον Χερσονασίταις εὔ- |
νουν ἑαυτὸν καὶ φιλότιμον παρέχεται. ὅπως οὖν καὶ ὁ δᾶμος τοῖς εὐεργέταις | |
ἑαυτοῦ τὰς καθηκούσας φαίνηται χάριτας ἀποδιδούς, δεδόχθαι τᾶι βου- | |
λᾶι καὶ τῶι δάμωι στεφανῶσαι Διόφαντον Ἀσκλαπιοδώρου χρυσέωι στεφά- | |
νωι Παρθενείοις ἐν τᾶι πομπᾶι, τὸ ἀνάγγελμα ποιουμένων τῶν συμμναμόνων· | |
50 | "ὁ δᾶμος στεφανοῖ Διόφαντον Ἀσκλαπιοδώρου Σινωπέα ἀρετᾶς ἕνεκα καὶ εὐνο[ί]- |
ας τᾶς εἰς αὐτόν". σταθῆμεν δὲ αὐτοῦ καὶ εἰκόνα χαλκέαν ἔνοπλον ἐν τᾶι ἀκροπό- | |
λε[ι] παρὰ τὸν τᾶς Παρθένου βωμὸν καὶ τὸν τᾶς Χερσονάσου, περὶ δὲ τούτων ἐπιμε- | |
λὲ̣[ς] γενέσθαι τοῖς ἐπιγεγραμμένοις ἄρχουσι, ὅπως ὅτι τάχιστα καὶ κάλλιστα | |
γέ̣νηται· ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα εἰς τὰν βάσιν τοῦ ἀνδριάντος, τὸ δὲ εἰς | |
55 | ταῦτα γενόμενον ἀνάλωμα δόμεν τοὺς ταμίας τῶν ἱερῶν. ταῦτ’ ἔδοξε βουλᾶ̣[ι] |
καὶ δ̣άμωι μηνὸς Διονυσίου ἐννεακαιδεκάται, βασιλεύοντος Ἀγέλα τοῦ Λ[α]- | |
γορίνου, προαισυμνῶντος Μήνιος τοῦ Ἡρακλείου, γραμματεύοντος Δαμ̣[ασι]- | |
[κλ]εῖος τοῦ Ἀθαναίου. vacat |
IosPE I²
352