[ ]
N. Black Sea — Chersonesos — ca. 179 BC
| 1 | νομοφύλακες Εὐκράτης Πρυτάνιος, |
| Πλειστῶναξ Διονυσίου, Ἀπολλώνιος | |
| Παρθενοκλεῖος καὶ ὁ ἐπὶ τᾶς διοικήσεος | |
| Ἀπολλόδωρος Ἡρογείτου εἶπαν· ἐπειδὴ | |
| 5 | Μηνόφιλος Μηνοφίλου Σινωπεὺς ἀνὴρ |
| ἀγαθὸς καὶ φιλότιμός ἐστι ποτὶ τὸν δᾶ- | |
| μον τὸν Χερσονασιτᾶν, διὰ παντὸς γνη- | |
| σίως ἑατὸν ἐπιδιδούς, καὶ κοινῇ καὶ κατ’ ἰδίαν | |
| τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν εὔνουν | |
| 10 | ἑαυτὸν καὶ ἐκτενῆ παρέχεται, πειρώμενος |
| διὰ παντὸς ἀγαθοῦ τινος παραίτιος γίνεσ- | |
| θαι, τάν τε παρεπιδαμίαν εὐσχάμονα καὶ συμ- | |
| [φ]έρουσαν τῶι δάμωι πεποίηται, σπου- | |
| [δᾶς] καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων, ἐπαγ- | |
| 15 | [γέλλεται] δ̣ὲ καὶ εἰς τὸ λοιπὸν ἀγαθοῦ τινο[ς] |
| [εἶναι παραί]τιος, ὅπως οὖν καὶ ὁ δᾶμος | |
| [φαίνηται ἄξιο]ς τῶν ἀνδρῶν εἰς τὸ βέλτιον | |
| [σπουδαζόντων, δ]εδόχθαι τᾶι βουλᾷ καὶ τῷ | |
| [δάμωι — — — — — — — — — — — — — — —] |