[ ]
N. Black Sea — Olbia — 222-235 AD — IosPE I 97
1 | τύχῃ ἀγαθῇ. |
ὑπὲρ τῆς τοῦ κυρίου Αὐτοκράτορος | |
Μ(άρκου) Αὐρ(ηλίου) ∙ Σεουήρου Ἀλεξάνδρου τύχης | |
καὶ ἱερᾶς συνκλήτου καὶ στρατευμάτων | |
5 | καὶ ὑγείας καὶ εὐσταθίας τῆς πόλεως |
❦ θεοῖς ἐπηκόοις Σαράπι καὶ Εἴσι | |
καὶ Ἀσκληπιῷ καὶ Ὑγείᾳ κα̣ὶ Ποσειδ<ῶ>νι | |
Αὐρ(ήλιος) #⁵⁶ Ἰουλιανὸς Ἀλεξάνδρου τοὺς | |
νηοὺς ἀπὸ θεμελίων σὺν τῇ στοᾷ ❦ | |
10 | καὶ κεραμώσει καὶ θύραις̣ καὶ θυ̣[ρί]- |
σι ἐκ τῶν ἰδίων τῇ πα̣[τρίδι] | |
κα[τεσκεύασεν]. |