[ ] N. Black Sea — Olbia — 222-235 AD — IosPE I 97
1         τύχῃ  ἀγαθῇ.
ὑπὲρ τῆς τοῦ κυρίου Αὐτοκράτορος
Μ(άρκου) Αὐρ(ηλίου) ∙ Σεουήρου Ἀλεξάνδρου τύχης
καὶ ἱερᾶς συνκλήτου καὶ στρατευμάτων
5 καὶ ὑγείας καὶ εὐσταθίας τῆς πόλεως
❦ θεοῖς ἐπηκόοις  Σαράπι καὶ Εἴσι
καὶ Ἀσκληπιῷ καὶ Ὑγείᾳ κα̣ὶ Ποσειδ<ῶ>νι
Αὐρ(ήλιος) #⁵⁶ Ἰουλιανὸς Ἀλεξάνδρου τοὺς
νηοὺς ἀπὸ θεμελίων σὺν τῇ στοᾷ ❦
10 καὶ κεραμώσει καὶ θύραις̣ καὶ θυ̣[ρί]-
σι ἐκ τῶν ἰδίων τῇ πα̣[τρίδι]
       κα[τεσκεύασεν].
Search Help
Contact Us