[ ]
N. Black Sea — Olbia — ca. 200-210 AD
1 | ὁ δῆμος ὁ Ὀλβιοπολειτῶν χρυσῷ στεφάνῳ στεφανοῖ. |
ἐπὶ ἀρχόντων τῶν περὶ Θρασύβουλον Φλει- | |
μνάγου τὸ ∙ βʹ ∙ μηνὸς Κυανεψιῶνος ∙ ηιʹ, ἐκκλη- | |
σίας συνηθροισμένης πανδήμου, εἰσηγησαμέ- | |
5 | νων τῶν συνέδρων ∙ Νεῖλος Πουρθαίου εἶπεν· |
ἐπειδὴ Καλλισθένης Δάδου, γένους γενόμενος | |
λαμπροῦ καὶ σεβαστογνώστου, ζηλώσας τὸ προγο- | |
νικὸν ἀξίωμα βίον ἐπανείλατο παντὸς ἐπαίνου | |
ἄξιον· ἔν τε γὰρ ταῖς μεγίσταις καὶ ἐπωνύμοις | |
10 | ἀρχαῖς πρώταις τρισὶν ἄρξας ἐπιμελῶς καὶ πισ- |
τῶς καὶ δικαίως διήνυσε τὰς ἀρχάς· καὶ στρατη- | |
γήσας πᾶσαν ἐπιμέλειαν ἐποιήσατο τῆς εἰ- | |
ρήνης, προκινδυνεύων ἀεὶ τῆς πατρίδος· σει- | |
[σμοῦ τε γενομένου? μετὰ πάσης προθ]υμίας | |
15 | [— — — — — — — — — — — — — — — — — —] |