[ ] N. Black Sea — Olbia — ca. 200-210 AD
1 ὁ δῆμος ὁ Ὀλβιοπολειτῶν χρυσῷ στεφάνῳ στεφανοῖ.
ἐπὶ ἀρχόντων τῶν περὶ Θρασύβουλον Φλει-
μνάγου τὸ ∙ βʹ ∙ μηνὸς Κυανεψιῶνος ∙ ηιʹ, ἐκκλη-
σίας συνηθροισμένης πανδήμου, εἰσηγησαμέ-
5 νων τῶν συνέδρων ∙ Νεῖλος Πουρθαίου εἶπεν·
ἐπειδὴ Καλλισθένης Δάδου, γένους γενόμενος
λαμπροῦ καὶ σεβαστογνώστου, ζηλώσας τὸ προγο-
νικὸν ἀξίωμα βίον ἐπανείλατο παντὸς ἐπαίνου
ἄξιον· ἔν τε γὰρ ταῖς μεγίσταις καὶ ἐπωνύμοις
10 ἀρχαῖς πρώταις τρισὶν ἄρξας ἐπιμελῶς καὶ πισ-
τῶς καὶ δικαίως διήνυσε τὰς ἀρχάς· καὶ στρατη-
γήσας πᾶσαν ἐπιμέλειαν ἐποιήσατο τῆς εἰ-
ρήνης, προκινδυνεύων ἀεὶ τῆς πατρίδος· σει-
[σμοῦ τε γενομένου? μετὰ πάσης προθ]υμίας
15 [— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us