face A.1 | ἔδοξε βουλῆι καὶ δήμ[ωι] εἰκάδι, οἱ ἄρχο[ν]- |
[τ]ες καὶ οἱ ἑπτὰ εἶπαν. ἐπειδὴ Ἡροσῶν τε ὁ Πρ[ω]- | |
τογένους πατὴρ πολλὰς καὶ μεγάλας | |
χρείας παρείσχηται τῆι πόλει καὶ εἰς χρη- | |
5 | μάτων καὶ εἰς πραγμάτων λόγον, Πρωτο- |
γένης τε διαδεξάμενος τὴμ παρὰ τοῦ πα- | |
τρὸς εὔνοιαν πρὸς τὸν δῆμον διὰ βίου δια- | |
τετέλεκεν λέγων καὶ πράττων τὰ βέλ- | |
τιστα· καὶ πρῶτομ μὲν παραγενομέ- | |
10 | νου Σαϊταφάρνου τοῦ βασιλέως εἰς Κάγκυ̣- |
τον καὶ ἀπαιτοῦντος τὰ δῶρα τῆς παρόδου, | |
τῶν δὲ κοινῶν ἐξηπορημένων, ἐπικληθεὶς | |
ὑπὸ τοῦ δήμου ἔδωκε χρυσοῦς τετρακοσίου[ς]· | |
τῶν τε ἀρχόντων θέντων τὰ ἱερὰ ποτήρι- | |
15 | α εἰς τὴν τῆς πόλεως χρείαν πρὸς Πολύχα[ρ]- |
μον πρὸς χρυσοῦς ἑκατὸν καὶ οὐκ ἐχόντων | |
λύσασθαι, τοῦ δὲ ξένου φέροντος ἐπὶ τὸν | |
χαρακτῆρα, αὐτὸς ὑπεραποδοὺς τοὺς ἑκα- | |
τὸν χρυσοῦς ἐλύσατο· τῶν τε περὶ Δημοκῶν̣- | |
20 | τα ἀρχόντων ἀγορασάντων λυσιτελῶς οἶνον |
χρυσῶν τριακοσίων, οὐκ ἐχόντων δὲ τὴν τιμὴν | |
διαλῦσαι, ἐπικληθεὶς ὑπὸ τοῦ δήμου ἔδωκε τοὺς | |
τριακοσίους χρυσοῦς· ἐπί τε Ἡροδώρου ἱέρεω σιτο- | |
δείας οὔσης καὶ πωλουμένου τοῦ σίτου εἰς πέν- | |
25 | τε, καὶ διὰ τὸν κίνδυνον τὸν ἐπιφερόμενον οἰο- |
μένου δεῖν τοῦ δήμου παραθέσθαι σῖτον ἱκα- | |
νὸν καὶ εἰς ταῦτα παρακαλοῦντος τοὺς | |
ἔχοντας, πρῶτος παρελθὼν ἐπηγγείλα- | |
το μεδίμνους δισχιλίους εἰς δέκα, καὶ | |
30 | τῶν λοιπῶν παραχρῆμα κομισαμέ- |
νων τὴν τιμήν, αὐτὸς ἐνιαυτὸν συμπ[ε]- | |
ριενεγχθεὶς τόκον οὐθένα ἐπράξατο· ἐ- | |
πί τε τοῦ αὐτοῦ ἱέρεω ἀθρόων παραγενο- | |
μένων Σαΐων̣ ἐπὶ τὴν τῶν δώρων κομι- | |
35 | δήν, οὐ δυναμένου δὲ τοῦ δήμου δοῦ- |
ναι αὐτοῖς, ἀξιώσαντος δὲ Πρωτογένην | |
βοηθῆσαι τοῖς καιροῖς, παρελθὼν ἐπηγγε[ί]- | |
λατο χρυσοῦς τετρακοσίους· αἱρεθείς τε | |
τῆς τῶν ἐννέα ἀρχῆς οὐκ ἐλαττόνωμ | |
40 | μὲν ἢ χιλίων καὶ πεντακοσίων χρυσῶν |
πρόθεσιν ἐποιήσατο ἐπὶ ταῖς μελλούσαις | |
προσόδοις, ἐξ ὧμ πολλοὶ μὲν σκηπτοῦχοι | |
ἐθεραπεύθησαν εὐκαίρως, οὐκ ὀλίγα δὲ | |
δῶρα παρεσκευάσθη τῶι βασιλεῖ λυσιτελῶ[ς]· | |
45 | πραθέντος τε τοῦ στόλου εἰς βασίλεια |
κατὰ τὸ ψήφισμα, ἐν ὧι ἔδει τοὺς ἀγορά- | |
σαντας λαβεῖν παρὰ τῆς πόλεως χρυσοῦ̣[ς] | |
τριακοσίους, καὶ ἀγοράσαντος Κόνωνος, δι- | |
ὰ τὸ δὲ τὰ χρήματα μὴ δύνασθαι | |
50 | δοῦναι τοὺς ἄρχοντας, ἀλλ’ εἶναι πα- |
ρὰ τοῖς τελώναις, δια[λ]υσαμένων τὴν ὠ- | |
νὴν πρὸς τὴμ πόλιν, καὶ διὰ ταῦτα τρὶ[ς] | |
ἀναπραθείσης τῆς ὠνῆς καὶ τὸ τρίτον | |
ἀγοράσαντος Φορμίωνος, συνιδὼν | |
55 | Πρωτογένης διότι μεγάλοις διαπτώ- |
μασι περιπεσεῖται ἡ πόλις, αὐτὸς παρελ- | |
θὼν εἰς τὴν ἐκλησίαν ἔδωκε τοὺς τρια- | |
κοσίους χρυσοῦς· πάλιν τ’ ἐπὶ Πλειστάρχο<υ> | |
ἱέρεω σιτοδείας γενομένης ἰσχυρᾶς καὶ πω- | |
60 | λουμένου τοῦ σίτου εἰς μέδιμνον καὶ δύο τρι- |
τεῖς, προδήλου δὲ ὄντος ἔσεσθαι τιμουστέ- | |
ρου, ὥσπερ δὲ καὶ ἐγένετο παραυτίκα ὁ μέδι- | |
μνος χρυσοῦ καὶ δύο τριτῶν, καὶ διὰ ταῦτα | |
διαγωνιάσαντος τοῦ δήμου καὶ οἰομένου | |
65 | δεῖν σιτωνῆσαι, εἰς δὲ ταῦτα χρείας παρα- |
σχέσθαι τοὺς εὐπορουμένους, πρῶτος συν- | |
ελθούσης ἐκλησίας ἐπηγγείλατο εἰς τὴν | |
σιτωνίαν χρυσοῦς χιλίους, οὓς παραυτίκα ἐ- | |
νέγκας ἔδωκε, ὧν τοὺς τριακοσίους ἀτόκους | |
70 | εἰς ἐνιαυτόν, καὶ δοὺς χρυσίον πᾶν χαλκὸν |
ἐκομίσατο ἐκ τετρακοσίων· πρῶτος δ’ ἐπη̣γ- | |
γείλατο πυρῶν μεδίμνους δισχιλίους πεν̣- | |
τακοσίους, ὧν τοὺς πεντακοσίους μὲν ἔδωκεν | |
εἰς τέτταρας καὶ ἑκτέα, τοὺς δὲ δισχιλίους εἰ[ς] | |
75 | δύο καὶ ἑπτὰ ἡμιέκτεα, καὶ τῶν λοιπῶν τῶν |
ἐν τούτωι τῶι καιρῶι ἐπαγγειλαμένων πα- | |
ραχρῆμα τὰς τιμὰς κομισαμένων ἀπὸ τῶν | |
πορισθέντων χρημάτων, αὐτὸς συμπεριε- | |
νεγχθεὶς ἐνιαυτὸν τὴν τιμὴν ἐκομίσατο, τό- | |
80 | κον οὐδένα πραξάμενος, καὶ διὰ τὴμ Πρωτο- |
γένους προθυμίαν πολλὰ μὲγ χρήματα, οὐ- | |
κ ὀλίγος δὲ σῖτος ἐπορίσθη τῶι δήμωι. τοῦ τε | |
βασιλέως Σαϊταφάρνου παραγενομέν{ομε}- | |
{ν}ου {²⁶παραγενομένου}²⁶ εἰς τὸ πέραν ἐπὶ θεραπείαν, τῶν δὲ ἀρχόν- | |
85 | των συναγαγόντων ἐκλησίαν καὶ τήν τε πα- |
ρουσίαν ἐμφανισάντων τοῦ βασιλέως καὶ διό- | |
τι ἐν ταῖς προσόδοις ἐστὶν οὐδέν, παρελθὼν | |
Πρωτογένης ἔδωκε χρυσοῦς ἐνακοσίους· τῶ[ν] | |
δὲ πρεσβευτῶν λαβόντων τὰ χρήματα καὶ ἀ- | |
90 | παντησάντων βασιλεῖ, Πρωτογένους καὶ |
[Ἀ]ρι̣σ̣τοκράτους, τοῦ δὲ βασιλέως τὰ μὲν δῶρ[α] | |
[μεμψ]αμένου, εἰς ὀργὴν δὲ καταστάντος κα[ὶ] | |
[τὴν] ἀνάζευξιν ποιησαμέν[ου, μετα․ρ— — — —] {²ΟΥΜΕΤΑΓΡ․ (Köhler, Köppen)}² | |
[— —] δὲ καὶ τοὺς ἄρχοντας ἀνα[ξίως, ὧν ἕνεκεν(?)] | |
95 | [συν]ελθὼν ὁ δῆμος περίφ[οβος ἐγένετο καὶ] |
[πρεσ]βευτὰς ἐπὶ τ[— — — — — — — — — —] | |
[— — —]σω[— — — — — — — — — — — — — —] | |
face B.1 | ἔτι δὲ τοῦ πλείστου μέρους τοῦ πρὸς τὸμ ποτ[α]- |
μὸν τῆς πόλεως ἀτειχίστου ὄντος, τοῦ τε κατ̣[ὰ] | |
τὸν λιμένα παντὸς καὶ τοῦ κατὰ τὸ πρότερ[ον] | |
ὑπάρχον ἰχθυοπώλιον, ἕως οὗ ὁ ἥρως ὁ Σωσίας, | |
5 | τῶν δὲ αὐτομόλων ἐπαγγελλόντωγ Γαλά̣- |
τας καὶ Σκίρους πεποιῆσθαι συμμαχίαν καὶ δύ- | |
ναμιν συνῆχθαι μεγάλην καὶ ταύτην τοῦ χει- | |
μῶνος ἥξειν ἐπαγγελλόντων, πρὸς δὲ τού- | |
τοις Θισαμάτας καὶ Σκύθας καὶ Σαυδαράτας ἐπι- | |
10 | θυμεῖν τοῦ ὀχυρώματος, δεδιότας ὡσαύτως καὶ |
αὐτοὺς τὴν τῶγ Γαλατῶν ὠμότητα, καὶ διὰ | |
ταῦτα πολλῶν ἐχόντων ἀθύμως καὶ παρεσκε- | |
ασμένων {²⁶παρεσκευασμένων}²⁶ ἐγλείπειν τὴμ πόλιν, ἅμα δὲ τῶι καὶ | |
ἄλλα γεγενῆσθαι ἐλαττώματα πολλὰ | |
15 | κατὰ τὴγ χώραν, ἐφθάρθαι μὲν τὴν οἰκετεί- |
αν ἅπασαν καὶ τοὺς τὴμ παρώρειαν οἰ- | |
κοῦντας Μιξέλληνας, οὐκ ἐλάττους ὄν- | |
τας τὸν ἀριθμὸν χιλίων καὶ πεντακοσίων, | |
τοὺς ἐν τῶι προτέρωι πολέμωι συμμαχήσαντας | |
20 | ἐν τῆι πόλει, ἐγλελοιπέναι δὲ πολλοὺς μὲν |
τῶγ ξένων, οὐκ ὀλίγους δὲ τῶμ πολιτῶν, ὧν ἕ- | |
νεκεν συνελθὼν ὁ δῆμος διηγωνιακὼς καὶ τὸγ | |
κίνδυνον τὸμ μέλλοντα καὶ τὰ δεινὰ πρὸ ὀ- | |
φθαλμῶν ποιούμενος παρεκάλει πάντας | |
25 | τοὺς ἰσχύοντας βοηθῆσαι καὶ μὴ περιιδεῖν τὴν ἐκ |
πολλῶν ἐτῶν τετηρημένημ πατρίδα ὑποχεί- | |
ριον γενομένην τοῖς πολεμίοις, οὐδενὸς δ’ ἐπιδι- | |
δόντος ἑαυτὸν οὔτ’ εἰς ἅπαντα οὔτ’ εἰς μέρη ὧν̣ | |
ἠξίου ὁ δῆμος, ἐπηγγείλατο αὐτὸς κατασκευᾶν̣ | |
30 | ἀμφότερα τὰ τείχη καὶ προθήσειμ πᾶσαν τὴν |
εἰς αὐτὰ δαπάνην, καίπερ αὐτῶι προκειμένων̣ | |
οὐκ ἐλασσόνωγ χρυσῶν ἢ χιλίων καὶ πεντακοσί- | |
ων, καὶ εὐθὺς ἐνέγκας εἰς τὴν ἐκλησίαν χρυσοῦς | |
πεντακοσίους εἰς τοὺς ἀρραβῶνας ἀπέδοτο πάν- | |
35 | τα τὰ ἔργα ὑπὸ κήρυκα, καὶ παρὰ τὸ τὴν ἀρίθμη- |
σιν ποιήσασθαι ἐξ ἑτοίμου τοὺς ἐργώνας οὐκ ὀλί- | |
γα χρήματα περιεποίησε τῆι πόλει· ἔτι δὲ πολ- | |
λῶν ἐργωνῶν ἐγκαταλιπόντων τὰ ἔργα Πρω- | |
τογένης τῆι πόλει τὰ μὲν ἔργα αὐτὸς συνετελέ- | |
40 | σατο, διάπτωμα δὲ τῶι δήμωι οὐδὲν ἀνή- |
νεγκεν, ἀναλώσας τε εἰς ἀμφότερα τὰ τείχη | |
χρυσοῦς χιλίους πεντακοσίους καὶ τὸ πλεῖστον | |
διαλύσας χρυσίον ἐκομίσατο χαλκὸν ἐκ τετρα- | |
κοσίων· κατεσκεύασε δὲ καὶ τοὺς πύργους κακῶς δι- | |
45 | ακειμένους, τοὺς πρὸς ταῖς μεγάλαις πύλαις ἀμ- |
φοτέρους καὶ τὸγ Καθηγήτορος καὶ τὸγ κατὰ τὴν | |
ἁμαξιτὸγ καὶ τὸν Ἐπ[ι]δαυρίου· ἐπεσκεύασε δὲ | |
καὶ τὸ σιτόβολον· κατεσκεύασε δὲ καὶ τὸμ πυλῶ- | |
να τὸν ἐπὶ τοῦ δείγματος. ἔτι δὲ τῆς πόλεως | |
50 | ναῦλον τελούσης τοῖς ἄγουσι τοὺς λίθους ἰδιώ- |
ταις διὰ τὸ τὰ πλοῖα τὰ δημόσια κακῶς διακεῖσ- | |
θαι καὶ μηθὲν ἔχειν τῶν ἀρμένων, ἐπηγγείλατο | |
καὶ ταῦτα κατασκευᾶν, ἀναλώσας τ’ εἰς ταῦτα | |
πάντα χρυσοῦς διακοσίους λόγον ἤνεγκε παρα- | |
55 | χρῆμα, ὧν ἕνεκεν ὁ δῆμος πολλάκις αὐτὸγ καὶ |
πρότερον ἐστεφανωκὼς καὶ τότ’ ἐστεφάνωσεν | |
ἐπὶ τῆι τοῦ λόγου ἀποδείξει· ἔτι δὲ λοιπῆς οὔσης | |
ἀσυντελέστου τῆς κατὰ τὸμ Πόσιος πύργον σχοι- | |
νιαίας εἰς τὸν ἐπάνω τόπον, ἐπικαλεσάμενος ὁ | |
60 | δῆμος ἠξίωσε καὶ ταύτην συντελέσασθαι τε- |
τάρτην οὖσαν σχοινιαίαν, Πρωτογένης δὲ οὐ- | |
δὲμ βουλόμενος ἀχαριστεῖν ὑπέμεινε καὶ ταύ- | |
την τὴν τειχοδομίαν, εἰς ἣμ προέθηκε χρυσοῦς ἑ- | |
κατόν. ἐπί τε τῆς κοινῆς οἰκονομίας καὶ ταμιεί- | |
65 | ας γενόμενος καὶ χειρίσας τὰς μεγίστ<α>ς τῆς πόλ[ε]- |
ως προσόδους οὐδένα μὲν τῶν τελωνῶν ἐκ τῶν | |
ὑπαρχόντων ἐξέβαλε, οὐδενὸς δ’ ἀπηλλοτρί- | |
ωσε οὐδὲν τῶν ὑπαρχόντων, συμπεριενεγχθεὶ|ς | |
δὲ τοῖς καιροῖς αὐτῶμ πᾶσι, τοῖς μὲν ἀφέσεις ἐ- | |
70 | ποιήσατο τῶγ χρημάτων, τοῖς δὲ συμπεριενεγ- |
χθεὶς χρόνον ὅσον ἠβούλοντο τόκον οὐδένα ἐ- | |
πράξατο. πλεῖστα δὲ χειρίσας τῶγ κοινῶν, τρία {δὲ} | |
ἔτη συνεχῶς πάντα διώικησεν ὀρθῶς καὶ δικαί- | |
ως, τοὺς μὲν λόγους ἐν τοῖς ὡρισμένοις χρόνοις ἀ- | |
75 | ποφέρων, τὰ δ’ ἀπὸ τῶμ προσόδωμ πίπτοντα |
ἐν τοῖς τῆς πολιτείας χρόνοις παραδεξάμενος | |
εἰς κομιδὴ[ν ἑ]αυτῶι, οὐ γεγενημένου τούτου ἐπ’ ἀ- | |
ληθείας, ἐξ ὧν ἀπέλυσε μὲν τὴμ πόλιν ὀφειλη- | |
μάτων, παρέλυσε δὲ τόκων· τῶν δ’ ἐν τῆι πόλει | |
80 | κακῶς διακειμένων πάντων διά τε τοὺς πολέ- |
[μ]ους καὶ τὰς ἀφορίας, καὶ τῶν ὑπαρχόντων εἰς τὸ | |
[μη]θὲν ἡκόντων, ζητήσαντος ὑπὲρ τούτων τοῦ | |
[δή]μου ἐπιμηνιεῦσαι καὶ προνοῆσαι χρησίμως | |
[τοῖ]ς τε δανεισταῖς καὶ τοῖς χρήσταις, ὀφειλομένων | |
85 | [α]ὐτῶι καὶ τῶι πατρὶ χρυσῶν ἑξακισχιλίων πρῶτος |
[ἐ]πέτρεψε τῶι δήμωι ὃν ἂμ βούληται τρόπογ χρή- | |
[σασθαι] αὐτῶι, ἀξιώσαντος δὲ ἄφεσιμ ποιήσασ- | |
[θαι τοῖς χρ]ήσταις ἀφῆκε πᾶσι πάντα· καὶ οὐδὲν ἄ- | |
[λλο ποθειν]ότερον αὐτῶι νομίσας εἶναι | |
90 | [τοῦ παρὰ τοῦ δήμου αὐτῶι] ὑπάρχειν εὔνοιαν τοῦ ἰδ- |
[ίου — — — — — — — — — — — τ]εθραυσμένος τοῖς ὑπά- | |
[ρχουσι — — — — — — — — — — — —] αὐτοῖς οὐκ ἐλάσσους | |
[ἢ — — — — — — — — — — — — χρυσ]οῦς, οὓς ἅπασι τοῖς | |
[— — — — — — — — — — — — — — — — τόκον οὐ]δένα ἐ- | |
95 | [πράξατο? — — — — — — — — — — — — — — — — —]τειχ |
[— — — — — — — — — — — — — — — — — — — — — — —] |
IosPE I²
32