| face A.1 | ἔδοξε βουλῆι καὶ δήμ[ωι] εἰκάδι, οἱ ἄρχο[ν]- |
| [τ]ες καὶ οἱ ἑπτὰ εἶπαν. ἐπειδὴ Ἡροσῶν τε ὁ Πρ[ω]- | |
| τογένους πατὴρ πολλὰς καὶ μεγάλας | |
| χρείας παρείσχηται τῆι πόλει καὶ εἰς χρη- | |
| 5 | μάτων καὶ εἰς πραγμάτων λόγον, Πρωτο- |
| γένης τε διαδεξάμενος τὴμ παρὰ τοῦ πα- | |
| τρὸς εὔνοιαν πρὸς τὸν δῆμον διὰ βίου δια- | |
| τετέλεκεν λέγων καὶ πράττων τὰ βέλ- | |
| τιστα· καὶ πρῶτομ μὲν παραγενομέ- | |
| 10 | νου Σαϊταφάρνου τοῦ βασιλέως εἰς Κάγκυ̣- |
| τον καὶ ἀπαιτοῦντος τὰ δῶρα τῆς παρόδου, | |
| τῶν δὲ κοινῶν ἐξηπορημένων, ἐπικληθεὶς | |
| ὑπὸ τοῦ δήμου ἔδωκε χρυσοῦς τετρακοσίου[ς]· | |
| τῶν τε ἀρχόντων θέντων τὰ ἱερὰ ποτήρι- | |
| 15 | α εἰς τὴν τῆς πόλεως χρείαν πρὸς Πολύχα[ρ]- |
| μον πρὸς χρυσοῦς ἑκατὸν καὶ οὐκ ἐχόντων | |
| λύσασθαι, τοῦ δὲ ξένου φέροντος ἐπὶ τὸν | |
| χαρακτῆρα, αὐτὸς ὑπεραποδοὺς τοὺς ἑκα- | |
| τὸν χρυσοῦς ἐλύσατο· τῶν τε περὶ Δημοκῶν̣- | |
| 20 | τα ἀρχόντων ἀγορασάντων λυσιτελῶς οἶνον |
| χρυσῶν τριακοσίων, οὐκ ἐχόντων δὲ τὴν τιμὴν | |
| διαλῦσαι, ἐπικληθεὶς ὑπὸ τοῦ δήμου ἔδωκε τοὺς | |
| τριακοσίους χρυσοῦς· ἐπί τε Ἡροδώρου ἱέρεω σιτο- | |
| δείας οὔσης καὶ πωλουμένου τοῦ σίτου εἰς πέν- | |
| 25 | τε, καὶ διὰ τὸν κίνδυνον τὸν ἐπιφερόμενον οἰο- |
| μένου δεῖν τοῦ δήμου παραθέσθαι σῖτον ἱκα- | |
| νὸν καὶ εἰς ταῦτα παρακαλοῦντος τοὺς | |
| ἔχοντας, πρῶτος παρελθὼν ἐπηγγείλα- | |
| το μεδίμνους δισχιλίους εἰς δέκα, καὶ | |
| 30 | τῶν λοιπῶν παραχρῆμα κομισαμέ- |
| νων τὴν τιμήν, αὐτὸς ἐνιαυτὸν συμπ[ε]- | |
| ριενεγχθεὶς τόκον οὐθένα ἐπράξατο· ἐ- | |
| πί τε τοῦ αὐτοῦ ἱέρεω ἀθρόων παραγενο- | |
| μένων Σαΐων̣ ἐπὶ τὴν τῶν δώρων κομι- | |
| 35 | δήν, οὐ δυναμένου δὲ τοῦ δήμου δοῦ- |
| ναι αὐτοῖς, ἀξιώσαντος δὲ Πρωτογένην | |
| βοηθῆσαι τοῖς καιροῖς, παρελθὼν ἐπηγγε[ί]- | |
| λατο χρυσοῦς τετρακοσίους· αἱρεθείς τε | |
| τῆς τῶν ἐννέα ἀρχῆς οὐκ ἐλαττόνωμ | |
| 40 | μὲν ἢ χιλίων καὶ πεντακοσίων χρυσῶν |
| πρόθεσιν ἐποιήσατο ἐπὶ ταῖς μελλούσαις | |
| προσόδοις, ἐξ ὧμ πολλοὶ μὲν σκηπτοῦχοι | |
| ἐθεραπεύθησαν εὐκαίρως, οὐκ ὀλίγα δὲ | |
| δῶρα παρεσκευάσθη τῶι βασιλεῖ λυσιτελῶ[ς]· | |
| 45 | πραθέντος τε τοῦ στόλου εἰς βασίλεια |
| κατὰ τὸ ψήφισμα, ἐν ὧι ἔδει τοὺς ἀγορά- | |
| σαντας λαβεῖν παρὰ τῆς πόλεως χρυσοῦ̣[ς] | |
| τριακοσίους, καὶ ἀγοράσαντος Κόνωνος, δι- | |
| ὰ τὸ δὲ τὰ χρήματα μὴ δύνασθαι | |
| 50 | δοῦναι τοὺς ἄρχοντας, ἀλλ’ εἶναι πα- |
| ρὰ τοῖς τελώναις, δια[λ]υσαμένων τὴν ὠ- | |
| νὴν πρὸς τὴμ πόλιν, καὶ διὰ ταῦτα τρὶ[ς] | |
| ἀναπραθείσης τῆς ὠνῆς καὶ τὸ τρίτον | |
| ἀγοράσαντος Φορμίωνος, συνιδὼν | |
| 55 | Πρωτογένης διότι μεγάλοις διαπτώ- |
| μασι περιπεσεῖται ἡ πόλις, αὐτὸς παρελ- | |
| θὼν εἰς τὴν ἐκλησίαν ἔδωκε τοὺς τρια- | |
| κοσίους χρυσοῦς· πάλιν τ’ ἐπὶ Πλειστάρχο<υ> | |
| ἱέρεω σιτοδείας γενομένης ἰσχυρᾶς καὶ πω- | |
| 60 | λουμένου τοῦ σίτου εἰς μέδιμνον καὶ δύο τρι- |
| τεῖς, προδήλου δὲ ὄντος ἔσεσθαι τιμουστέ- | |
| ρου, ὥσπερ δὲ καὶ ἐγένετο παραυτίκα ὁ μέδι- | |
| μνος χρυσοῦ καὶ δύο τριτῶν, καὶ διὰ ταῦτα | |
| διαγωνιάσαντος τοῦ δήμου καὶ οἰομένου | |
| 65 | δεῖν σιτωνῆσαι, εἰς δὲ ταῦτα χρείας παρα- |
| σχέσθαι τοὺς εὐπορουμένους, πρῶτος συν- | |
| ελθούσης ἐκλησίας ἐπηγγείλατο εἰς τὴν | |
| σιτωνίαν χρυσοῦς χιλίους, οὓς παραυτίκα ἐ- | |
| νέγκας ἔδωκε, ὧν τοὺς τριακοσίους ἀτόκους | |
| 70 | εἰς ἐνιαυτόν, καὶ δοὺς χρυσίον πᾶν χαλκὸν |
| ἐκομίσατο ἐκ τετρακοσίων· πρῶτος δ’ ἐπη̣γ- | |
| γείλατο πυρῶν μεδίμνους δισχιλίους πεν̣- | |
| τακοσίους, ὧν τοὺς πεντακοσίους μὲν ἔδωκεν | |
| εἰς τέτταρας καὶ ἑκτέα, τοὺς δὲ δισχιλίους εἰ[ς] | |
| 75 | δύο καὶ ἑπτὰ ἡμιέκτεα, καὶ τῶν λοιπῶν τῶν |
| ἐν τούτωι τῶι καιρῶι ἐπαγγειλαμένων πα- | |
| ραχρῆμα τὰς τιμὰς κομισαμένων ἀπὸ τῶν | |
| πορισθέντων χρημάτων, αὐτὸς συμπεριε- | |
| νεγχθεὶς ἐνιαυτὸν τὴν τιμὴν ἐκομίσατο, τό- | |
| 80 | κον οὐδένα πραξάμενος, καὶ διὰ τὴμ Πρωτο- |
| γένους προθυμίαν πολλὰ μὲγ χρήματα, οὐ- | |
| κ ὀλίγος δὲ σῖτος ἐπορίσθη τῶι δήμωι. τοῦ τε | |
| βασιλέως Σαϊταφάρνου παραγενομέν{ομε}- | |
| {ν}ου {²⁶παραγενομένου}²⁶ εἰς τὸ πέραν ἐπὶ θεραπείαν, τῶν δὲ ἀρχόν- | |
| 85 | των συναγαγόντων ἐκλησίαν καὶ τήν τε πα- |
| ρουσίαν ἐμφανισάντων τοῦ βασιλέως καὶ διό- | |
| τι ἐν ταῖς προσόδοις ἐστὶν οὐδέν, παρελθὼν | |
| Πρωτογένης ἔδωκε χρυσοῦς ἐνακοσίους· τῶ[ν] | |
| δὲ πρεσβευτῶν λαβόντων τὰ χρήματα καὶ ἀ- | |
| 90 | παντησάντων βασιλεῖ, Πρωτογένους καὶ |
| [Ἀ]ρι̣σ̣τοκράτους, τοῦ δὲ βασιλέως τὰ μὲν δῶρ[α] | |
| [μεμψ]αμένου, εἰς ὀργὴν δὲ καταστάντος κα[ὶ] | |
| [τὴν] ἀνάζευξιν ποιησαμέν[ου, μετα․ρ— — — —] {²ΟΥΜΕΤΑΓΡ․ (Köhler, Köppen)}² | |
| [— —] δὲ καὶ τοὺς ἄρχοντας ἀνα[ξίως, ὧν ἕνεκεν(?)] | |
| 95 | [συν]ελθὼν ὁ δῆμος περίφ[οβος ἐγένετο καὶ] |
| [πρεσ]βευτὰς ἐπὶ τ[— — — — — — — — — —] | |
| [— — —]σω[— — — — — — — — — — — — — —] | |
| face B.1 | ἔτι δὲ τοῦ πλείστου μέρους τοῦ πρὸς τὸμ ποτ[α]- |
| μὸν τῆς πόλεως ἀτειχίστου ὄντος, τοῦ τε κατ̣[ὰ] | |
| τὸν λιμένα παντὸς καὶ τοῦ κατὰ τὸ πρότερ[ον] | |
| ὑπάρχον ἰχθυοπώλιον, ἕως οὗ ὁ ἥρως ὁ Σωσίας, | |
| 5 | τῶν δὲ αὐτομόλων ἐπαγγελλόντωγ Γαλά̣- |
| τας καὶ Σκίρους πεποιῆσθαι συμμαχίαν καὶ δύ- | |
| ναμιν συνῆχθαι μεγάλην καὶ ταύτην τοῦ χει- | |
| μῶνος ἥξειν ἐπαγγελλόντων, πρὸς δὲ τού- | |
| τοις Θισαμάτας καὶ Σκύθας καὶ Σαυδαράτας ἐπι- | |
| 10 | θυμεῖν τοῦ ὀχυρώματος, δεδιότας ὡσαύτως καὶ |
| αὐτοὺς τὴν τῶγ Γαλατῶν ὠμότητα, καὶ διὰ | |
| ταῦτα πολλῶν ἐχόντων ἀθύμως καὶ παρεσκε- | |
| ασμένων {²⁶παρεσκευασμένων}²⁶ ἐγλείπειν τὴμ πόλιν, ἅμα δὲ τῶι καὶ | |
| ἄλλα γεγενῆσθαι ἐλαττώματα πολλὰ | |
| 15 | κατὰ τὴγ χώραν, ἐφθάρθαι μὲν τὴν οἰκετεί- |
| αν ἅπασαν καὶ τοὺς τὴμ παρώρειαν οἰ- | |
| κοῦντας Μιξέλληνας, οὐκ ἐλάττους ὄν- | |
| τας τὸν ἀριθμὸν χιλίων καὶ πεντακοσίων, | |
| τοὺς ἐν τῶι προτέρωι πολέμωι συμμαχήσαντας | |
| 20 | ἐν τῆι πόλει, ἐγλελοιπέναι δὲ πολλοὺς μὲν |
| τῶγ ξένων, οὐκ ὀλίγους δὲ τῶμ πολιτῶν, ὧν ἕ- | |
| νεκεν συνελθὼν ὁ δῆμος διηγωνιακὼς καὶ τὸγ | |
| κίνδυνον τὸμ μέλλοντα καὶ τὰ δεινὰ πρὸ ὀ- | |
| φθαλμῶν ποιούμενος παρεκάλει πάντας | |
| 25 | τοὺς ἰσχύοντας βοηθῆσαι καὶ μὴ περιιδεῖν τὴν ἐκ |
| πολλῶν ἐτῶν τετηρημένημ πατρίδα ὑποχεί- | |
| ριον γενομένην τοῖς πολεμίοις, οὐδενὸς δ’ ἐπιδι- | |
| δόντος ἑαυτὸν οὔτ’ εἰς ἅπαντα οὔτ’ εἰς μέρη ὧν̣ | |
| ἠξίου ὁ δῆμος, ἐπηγγείλατο αὐτὸς κατασκευᾶν̣ | |
| 30 | ἀμφότερα τὰ τείχη καὶ προθήσειμ πᾶσαν τὴν |
| εἰς αὐτὰ δαπάνην, καίπερ αὐτῶι προκειμένων̣ | |
| οὐκ ἐλασσόνωγ χρυσῶν ἢ χιλίων καὶ πεντακοσί- | |
| ων, καὶ εὐθὺς ἐνέγκας εἰς τὴν ἐκλησίαν χρυσοῦς | |
| πεντακοσίους εἰς τοὺς ἀρραβῶνας ἀπέδοτο πάν- | |
| 35 | τα τὰ ἔργα ὑπὸ κήρυκα, καὶ παρὰ τὸ τὴν ἀρίθμη- |
| σιν ποιήσασθαι ἐξ ἑτοίμου τοὺς ἐργώνας οὐκ ὀλί- | |
| γα χρήματα περιεποίησε τῆι πόλει· ἔτι δὲ πολ- | |
| λῶν ἐργωνῶν ἐγκαταλιπόντων τὰ ἔργα Πρω- | |
| τογένης τῆι πόλει τὰ μὲν ἔργα αὐτὸς συνετελέ- | |
| 40 | σατο, διάπτωμα δὲ τῶι δήμωι οὐδὲν ἀνή- |
| νεγκεν, ἀναλώσας τε εἰς ἀμφότερα τὰ τείχη | |
| χρυσοῦς χιλίους πεντακοσίους καὶ τὸ πλεῖστον | |
| διαλύσας χρυσίον ἐκομίσατο χαλκὸν ἐκ τετρα- | |
| κοσίων· κατεσκεύασε δὲ καὶ τοὺς πύργους κακῶς δι- | |
| 45 | ακειμένους, τοὺς πρὸς ταῖς μεγάλαις πύλαις ἀμ- |
| φοτέρους καὶ τὸγ Καθηγήτορος καὶ τὸγ κατὰ τὴν | |
| ἁμαξιτὸγ καὶ τὸν Ἐπ[ι]δαυρίου· ἐπεσκεύασε δὲ | |
| καὶ τὸ σιτόβολον· κατεσκεύασε δὲ καὶ τὸμ πυλῶ- | |
| να τὸν ἐπὶ τοῦ δείγματος. ἔτι δὲ τῆς πόλεως | |
| 50 | ναῦλον τελούσης τοῖς ἄγουσι τοὺς λίθους ἰδιώ- |
| ταις διὰ τὸ τὰ πλοῖα τὰ δημόσια κακῶς διακεῖσ- | |
| θαι καὶ μηθὲν ἔχειν τῶν ἀρμένων, ἐπηγγείλατο | |
| καὶ ταῦτα κατασκευᾶν, ἀναλώσας τ’ εἰς ταῦτα | |
| πάντα χρυσοῦς διακοσίους λόγον ἤνεγκε παρα- | |
| 55 | χρῆμα, ὧν ἕνεκεν ὁ δῆμος πολλάκις αὐτὸγ καὶ |
| πρότερον ἐστεφανωκὼς καὶ τότ’ ἐστεφάνωσεν | |
| ἐπὶ τῆι τοῦ λόγου ἀποδείξει· ἔτι δὲ λοιπῆς οὔσης | |
| ἀσυντελέστου τῆς κατὰ τὸμ Πόσιος πύργον σχοι- | |
| νιαίας εἰς τὸν ἐπάνω τόπον, ἐπικαλεσάμενος ὁ | |
| 60 | δῆμος ἠξίωσε καὶ ταύτην συντελέσασθαι τε- |
| τάρτην οὖσαν σχοινιαίαν, Πρωτογένης δὲ οὐ- | |
| δὲμ βουλόμενος ἀχαριστεῖν ὑπέμεινε καὶ ταύ- | |
| την τὴν τειχοδομίαν, εἰς ἣμ προέθηκε χρυσοῦς ἑ- | |
| κατόν. ἐπί τε τῆς κοινῆς οἰκονομίας καὶ ταμιεί- | |
| 65 | ας γενόμενος καὶ χειρίσας τὰς μεγίστ<α>ς τῆς πόλ[ε]- |
| ως προσόδους οὐδένα μὲν τῶν τελωνῶν ἐκ τῶν | |
| ὑπαρχόντων ἐξέβαλε, οὐδενὸς δ’ ἀπηλλοτρί- | |
| ωσε οὐδὲν τῶν ὑπαρχόντων, συμπεριενεγχθεὶ|ς | |
| δὲ τοῖς καιροῖς αὐτῶμ πᾶσι, τοῖς μὲν ἀφέσεις ἐ- | |
| 70 | ποιήσατο τῶγ χρημάτων, τοῖς δὲ συμπεριενεγ- |
| χθεὶς χρόνον ὅσον ἠβούλοντο τόκον οὐδένα ἐ- | |
| πράξατο. πλεῖστα δὲ χειρίσας τῶγ κοινῶν, τρία {δὲ} | |
| ἔτη συνεχῶς πάντα διώικησεν ὀρθῶς καὶ δικαί- | |
| ως, τοὺς μὲν λόγους ἐν τοῖς ὡρισμένοις χρόνοις ἀ- | |
| 75 | ποφέρων, τὰ δ’ ἀπὸ τῶμ προσόδωμ πίπτοντα |
| ἐν τοῖς τῆς πολιτείας χρόνοις παραδεξάμενος | |
| εἰς κομιδὴ[ν ἑ]αυτῶι, οὐ γεγενημένου τούτου ἐπ’ ἀ- | |
| ληθείας, ἐξ ὧν ἀπέλυσε μὲν τὴμ πόλιν ὀφειλη- | |
| μάτων, παρέλυσε δὲ τόκων· τῶν δ’ ἐν τῆι πόλει | |
| 80 | κακῶς διακειμένων πάντων διά τε τοὺς πολέ- |
| [μ]ους καὶ τὰς ἀφορίας, καὶ τῶν ὑπαρχόντων εἰς τὸ | |
| [μη]θὲν ἡκόντων, ζητήσαντος ὑπὲρ τούτων τοῦ | |
| [δή]μου ἐπιμηνιεῦσαι καὶ προνοῆσαι χρησίμως | |
| [τοῖ]ς τε δανεισταῖς καὶ τοῖς χρήσταις, ὀφειλομένων | |
| 85 | [α]ὐτῶι καὶ τῶι πατρὶ χρυσῶν ἑξακισχιλίων πρῶτος |
| [ἐ]πέτρεψε τῶι δήμωι ὃν ἂμ βούληται τρόπογ χρή- | |
| [σασθαι] αὐτῶι, ἀξιώσαντος δὲ ἄφεσιμ ποιήσασ- | |
| [θαι τοῖς χρ]ήσταις ἀφῆκε πᾶσι πάντα· καὶ οὐδὲν ἄ- | |
| [λλο ποθειν]ότερον αὐτῶι νομίσας εἶναι | |
| 90 | [τοῦ παρὰ τοῦ δήμου αὐτῶι] ὑπάρχειν εὔνοιαν τοῦ ἰδ- |
| [ίου — — — — — — — — — — — τ]εθραυσμένος τοῖς ὑπά- | |
| [ρχουσι — — — — — — — — — — — —] αὐτοῖς οὐκ ἐλάσσους | |
| [ἢ — — — — — — — — — — — — χρυσ]οῦς, οὓς ἅπασι τοῖς | |
| [— — — — — — — — — — — — — — — — τόκον οὐ]δένα ἐ- | |
| 95 | [πράξατο? — — — — — — — — — — — — — — — — —]τειχ |
| [— — — — — — — — — — — — — — — — — — — — — — —] |
IosPE I²
32