[ ] N. Black Sea — Olbia — 3rd c. BC — IosPE I 16
face A.1 ἔδοξε βουλῆι καὶ δήμ[ωι] εἰκάδι, οἱ ἄρχο[ν]-
[τ]ες καὶ οἱ ἑπτὰ εἶπαν. ἐπειδὴ Ἡροσῶν τε ὁ Πρ[ω]-
τογένους πατὴρ πολλὰς καὶ μεγάλας
χρείας παρείσχηται τῆι πόλει καὶ εἰς χρη-
5 μάτων καὶ εἰς πραγμάτων λόγον, Πρωτο-
γένης τε διαδεξάμενος τὴμ παρὰ τοῦ πα-
τρὸς εὔνοιαν πρὸς τὸν δῆμον διὰ βίου δια-
τετέλεκεν λέγων καὶ πράττων τὰ βέλ-
τιστα· καὶ πρῶτομ μὲν παραγενομέ-
10 νου Σαϊταφάρνου τοῦ βασιλέως εἰς Κάγκυ̣-
τον καὶ ἀπαιτοῦντος τὰ δῶρα τῆς παρόδου,
τῶν δὲ κοινῶν ἐξηπορημένων, ἐπικληθεὶς
ὑπὸ τοῦ δήμου ἔδωκε χρυσοῦς τετρακοσίου[ς]·
τῶν τε ἀρχόντων θέντων τὰ ἱερὰ ποτήρι-
15 α εἰς τὴν τῆς πόλεως χρείαν πρὸς Πολύχα[ρ]-
μον πρὸς χρυσοῦς ἑκατὸν καὶ οὐκ ἐχόντων
λύσασθαι, τοῦ δὲ ξένου φέροντος ἐπὶ τὸν
χαρακτῆρα, αὐτὸς ὑπεραποδοὺς τοὺς ἑκα-
τὸν χρυσοῦς ἐλύσατο· τῶν τε περὶ Δημοκῶν̣-
20 τα ἀρχόντων ἀγορασάντων λυσιτελῶς οἶνον
χρυσῶν τριακοσίων, οὐκ ἐχόντων δὲ τὴν τιμὴν
διαλῦσαι, ἐπικληθεὶς ὑπὸ τοῦ δήμου ἔδωκε τοὺς
τριακοσίους χρυσοῦς· ἐπί τε Ἡροδώρου ἱέρεω σιτο-
δείας οὔσης καὶ πωλουμένου τοῦ σίτου εἰς πέν-
25 τε, καὶ διὰ τὸν κίνδυνον τὸν ἐπιφερόμενον οἰο-
μένου δεῖν τοῦ δήμου παραθέσθαι σῖτον ἱκα-
νὸν καὶ εἰς ταῦτα παρακαλοῦντος τοὺς
ἔχοντας, πρῶτος παρελθὼν ἐπηγγείλα-
το μεδίμνους δισχιλίους εἰς δέκα, καὶ
30 τῶν λοιπῶν παραχρῆμα κομισαμέ-
νων τὴν τιμήν, αὐτὸς ἐνιαυτὸν συμπ[ε]-
ριενεγχθεὶς τόκον οὐθένα ἐπράξατο· ἐ-
πί τε τοῦ αὐτοῦ ἱέρεω ἀθρόων παραγενο-
μένων Σαΐων̣ ἐπὶ τὴν τῶν δώρων κομι-
35 δήν, οὐ δυναμένου δὲ τοῦ δήμου δοῦ-
ναι αὐτοῖς, ἀξιώσαντος δὲ Πρωτογένην
βοηθῆσαι τοῖς καιροῖς, παρελθὼν ἐπηγγε[ί]-
λατο χρυσοῦς τετρακοσίους· αἱρεθείς τε
τῆς τῶν ἐννέα ἀρχῆς οὐκ ἐλαττόνωμ
40 μὲν ἢ χιλίων καὶ πεντακοσίων χρυσῶν
πρόθεσιν ἐποιήσατο ἐπὶ ταῖς μελλούσαις
προσόδοις, ἐξ ὧμ πολλοὶ μὲν σκηπτοῦχοι
ἐθεραπεύθησαν εὐκαίρως, οὐκ ὀλίγα δὲ
δῶρα παρεσκευάσθη τῶι βασιλεῖ λυσιτελῶ[ς]·
45 πραθέντος τε τοῦ στόλου εἰς βασίλεια
κατὰ τὸ ψήφισμα, ἐν ὧι ἔδει τοὺς ἀγορά-
σαντας λαβεῖν παρὰ τῆς πόλεως χρυσοῦ̣[ς]
τριακοσίους, καὶ ἀγοράσαντος Κόνωνος, δι-
ὰ τὸ δὲ τὰ χρήματα μὴ δύνασθαι
50 δοῦναι τοὺς ἄρχοντας, ἀλλ’ εἶναι πα-
ρὰ τοῖς τελώναις, δια[λ]υσαμένων τὴν ὠ-
νὴν πρὸς τὴμ πόλιν, καὶ διὰ ταῦτα τρὶ[ς]
ἀναπραθείσης τῆς ὠνῆς καὶ τὸ τρίτον
ἀγοράσαντος Φορμίωνος, συνιδὼν
55 Πρωτογένης διότι μεγάλοις διαπτώ-
μασι περιπεσεῖται ἡ πόλις, αὐτὸς παρελ-
θὼν εἰς τὴν ἐκλησίαν ἔδωκε τοὺς τρια-
κοσίους χρυσοῦς· πάλιν τ’ ἐπὶ Πλειστάρχο<υ>
ἱέρεω σιτοδείας γενομένης ἰσχυρᾶς καὶ πω-
60 λουμένου τοῦ σίτου εἰς μέδιμνον καὶ δύο τρι-
τεῖς, προδήλου δὲ ὄντος ἔσεσθαι τιμουστέ-
ρου, ὥσπερ δὲ καὶ ἐγένετο παραυτίκα ὁ μέδι-
μνος χρυσοῦ καὶ δύο τριτῶν, καὶ διὰ ταῦτα
διαγωνιάσαντος τοῦ δήμου καὶ οἰομένου
65 δεῖν σιτωνῆσαι, εἰς δὲ ταῦτα χρείας παρα-
σχέσθαι τοὺς εὐπορουμένους, πρῶτος συν-
ελθούσης ἐκλησίας ἐπηγγείλατο εἰς τὴν
σιτωνίαν χρυσοῦς χιλίους, οὓς παραυτίκα ἐ-
νέγκας ἔδωκε, ὧν τοὺς τριακοσίους ἀτόκους
70 εἰς ἐνιαυτόν, καὶ δοὺς χρυσίον πᾶν χαλκὸν
ἐκομίσατο ἐκ τετρακοσίων· πρῶτος δ’ ἐπη̣γ-
γείλατο πυρῶν μεδίμνους δισχιλίους πεν̣-
τακοσίους, ὧν τοὺς πεντακοσίους μὲν ἔδωκεν
εἰς τέτταρας καὶ ἑκτέα, τοὺς δὲ δισχιλίους εἰ[ς]
75 δύο καὶ ἑπτὰ ἡμιέκτεα, καὶ τῶν λοιπῶν τῶν
ἐν τούτωι τῶι καιρῶι ἐπαγγειλαμένων πα-
ραχρῆμα τὰς τιμὰς κομισαμένων ἀπὸ τῶν
πορισθέντων χρημάτων, αὐτὸς συμπεριε-
νεγχθεὶς ἐνιαυτὸν τὴν τιμὴν ἐκομίσατο, τό-
80 κον οὐδένα πραξάμενος, καὶ διὰ τὴμ Πρωτο-
γένους προθυμίαν πολλὰ μὲγ χρήματα, οὐ-
κ ὀλίγος δὲ σῖτος ἐπορίσθη τῶι δήμωι. τοῦ τε
βασιλέως Σαϊταφάρνου παραγενομέν{ομε}-
{ν}ου {²⁶παραγενομένου}²⁶ εἰς τὸ πέραν ἐπὶ θεραπείαν, τῶν δὲ ἀρχόν-
85 των συναγαγόντων ἐκλησίαν καὶ τήν τε πα-
ρουσίαν ἐμφανισάντων τοῦ βασιλέως καὶ διό-
τι ἐν ταῖς προσόδοις ἐστὶν οὐδέν, παρελθὼν
Πρωτογένης ἔδωκε χρυσοῦς ἐνακοσίους· τῶ[ν]
δὲ πρεσβευτῶν λαβόντων τὰ χρήματα καὶ ἀ-
90 παντησάντων βασιλεῖ, Πρωτογένους καὶ
[Ἀ]ρι̣σ̣τοκράτους, τοῦ δὲ βασιλέως τὰ μὲν δῶρ[α]
[μεμψ]αμένου, εἰς ὀργὴν δὲ καταστάντος κα[ὶ]
[τὴν] ἀνάζευξιν ποιησαμέν[ου, μετα․ρ— — — —] {²ΟΥΜΕΤΑΓΡ․ (Köhler, Köppen)}²
[— —] δὲ καὶ τοὺς ἄρχοντας ἀνα[ξίως, ὧν ἕνεκεν(?)]
95 [συν]ελθὼν ὁ δῆμος περίφ[οβος ἐγένετο καὶ]
[πρεσ]βευτὰς ἐπὶ τ[— — — — — — — — — —]
[— — —]σω[— — — — — — — — — — — — — —]
face B.1 ἔτι δὲ τοῦ πλείστου μέρους τοῦ πρὸς τὸμ ποτ[α]-
μὸν τῆς πόλεως ἀτειχίστου ὄντος, τοῦ τε κατ̣[ὰ]
τὸν λιμένα παντὸς καὶ τοῦ κατὰ τὸ πρότερ[ον]
ὑπάρχον ἰχθυοπώλιον, ἕως οὗ ὁ ἥρως ὁ Σωσίας,
5 τῶν δὲ αὐτομόλων ἐπαγγελλόντωγ Γαλά̣-
τας καὶ Σκίρους πεποιῆσθαι συμμαχίαν καὶ δύ-
ναμιν συνῆχθαι μεγάλην καὶ ταύτην τοῦ χει-
μῶνος ἥξειν ἐπαγγελλόντων, πρὸς δὲ τού-
τοις Θισαμάτας καὶ Σκύθας καὶ Σαυδαράτας ἐπι-
10 θυμεῖν τοῦ ὀχυρώματος, δεδιότας ὡσαύτως κα
αὐτοὺς τὴν τῶγ Γαλατῶν ὠμότητα, καὶ διὰ
ταῦτα πολλῶν ἐχόντων ἀθύμως καὶ παρεσκε-
ασμένων {²⁶παρεσκευασμένων}²⁶ ἐγλείπειν τὴμ πόλιν, ἅμα δὲ τῶι καὶ
ἄλλα γεγενῆσθαι ἐλαττώματα πολλὰ
15 κατὰ τὴγ χώραν, ἐφθάρθαι μὲν τὴν οἰκετεί-
  αν ἅπασαν καὶ τοὺς τὴμ παρώρειαν οἰ-
  κοῦντας Μιξέλληνας, οὐκ ἐλάττους ὄν-
τας τὸν ἀριθμὸν χιλίων καὶ πεντακοσίων,
τοὺς ἐν τῶι προτέρωι πολέμωι συμμαχήσαντας
20 ἐν τῆι πόλει, ἐγλελοιπέναι δὲ πολλοὺς μὲν
τῶγ ξένων, οὐκ ὀλίγους δὲ τῶμ πολιτῶν, ὧν ἕ-
νεκεν συνελθὼν ὁ δῆμος διηγωνιακὼς καὶ τὸγ
κίνδυνον τὸμ μέλλοντα καὶ τὰ δεινὰ πρὸ ὀ-
φθαλμῶν ποιούμενος παρεκάλει πάντας
25 τοὺς ἰσχύοντας βοηθῆσαι καὶ μὴ περιιδεῖν τὴν ἐκ
πολλῶν ἐτῶν τετηρημένημ πατρίδα ὑποχε-
ριον γενομένην τοῖς πολεμίοις, οὐδενὸς δ’ ἐπιδι-
δόντος ἑαυτὸν οὔτ’ εἰς ἅπαντα οὔτ’ εἰς μέρη ὧν̣
ἠξίου ὁ δῆμος, ἐπηγγείλατο αὐτὸς κατασκευᾶν̣
30 ἀμφότερα τὰ τείχη καὶ προθήσειμ πᾶσαν τὴν
εἰς αὐτὰ δαπάνην, καίπερ αὐτῶι προκειμένων̣
οὐκ ἐλασσόνωγ χρυσῶν ἢ χιλίων καὶ πεντακοσί-
ων, καὶ εὐθὺς ἐνέγκας εἰς τὴν ἐκλησίαν χρυσοῦς
πεντακοσίους εἰς τοὺς ἀρραβῶνας ἀπέδοτο πάν-
35 τα τὰ ἔργα ὑπὸ κήρυκα, καὶ παρὰ τὸ τὴν ἀρίθμη-
σιν ποιήσασθαι ἐξ ἑτοίμου τοὺς ἐργώνας οὐκ ὀλί-
γα χρήματα περιεποίησε τῆι πόλει· ἔτι δὲ πολ-
λῶν ἐργωνῶν ἐγκαταλιπόντων τὰ ἔργα Πρω-
τογένης τῆι πόλει τὰ μὲν ἔργα αὐτὸς συνετελέ-
40 σατο, διάπτωμα δὲ τῶι δήμωι οὐδὲν ἀνή-
νεγκεν, ἀναλώσας τε εἰς ἀμφότερα τὰ τείχη
χρυσοῦς χιλίους πεντακοσίους καὶ τὸ πλεῖστον
διαλύσας χρυσίον ἐκομίσατο χαλκὸν ἐκ τετρα-
κοσίων· κατεσκεύασε δὲ καὶ τοὺς πύργους κακῶς δι-
45 ακειμένους, τοὺς πρὸς ταῖς μεγάλαις πύλαις ἀμ-
φοτέρους καὶ τὸγ Καθηγήτορος καὶ τὸγ κατὰ τὴν
ἁμαξιτὸγ καὶ τὸν Ἐπ[ι]δαυρίου· ἐπεσκεύασε δὲ
καὶ τὸ σιτόβολον· κατεσκεύασε δὲ καὶ τὸμ πυλῶ-
να τὸν ἐπὶ τοῦ δείγματος. ἔτι δὲ τῆς πόλεως
50 ναῦλον τελούσης τοῖς ἄγουσι τοὺς λίθους ἰδιώ-
ταις διὰ τὸ τὰ πλοῖα τὰ δημόσια κακῶς διακεῖσ-
θαι καὶ μηθὲν ἔχειν τῶν ἀρμένων, ἐπηγγείλατο
καὶ ταῦτα κατασκευᾶν, ἀναλώσας τ’ εἰς ταῦτα
πάντα χρυσοῦς διακοσίους λόγον ἤνεγκε παρα-
55 χρῆμα, ὧν ἕνεκεν ὁ δῆμος πολλάκις αὐτὸγ καὶ
πρότερον ἐστεφανωκὼς καὶ τότ’ ἐστεφάνωσεν
ἐπὶ τῆι τοῦ λόγου ἀποδείξει· ἔτι δὲ λοιπῆς οὔσης
ἀσυντελέστου τῆς κατὰ τὸμ Πόσιος πύργον σχοι-
νιαίας εἰς τὸν ἐπάνω τόπον, ἐπικαλεσάμενος
60 δῆμος ἠξίωσε καὶ ταύτην συντελέσασθαι τε-
τάρτην οὖσαν σχοινιαίαν, Πρωτογένης δὲ οὐ-
δὲμ βουλόμενος ἀχαριστεῖν ὑπέμεινε καὶ ταύ-
την τὴν τειχοδομίαν, εἰς ἣμ προέθηκε χρυσοῦς ἑ-
κατόν. ἐπί τε τῆς κοινῆς οἰκονομίας καὶ ταμιεί-
65 ας γενόμενος καὶ χειρίσας τὰς μεγίστ<α>ς τῆς πόλ[ε]-
ως προσόδους οὐδένα μὲν τῶν τελωνῶν ἐκ τῶν
ὑπαρχόντων ἐξέβαλε, οὐδενὸς δ’ ἀπηλλοτρί-
ωσε οὐδὲν τῶν ὑπαρχόντων, συμπεριενεγχθεὶ|ς
δὲ τοῖς καιροῖς αὐτῶμ πᾶσι, τοῖς μὲν ἀφέσεις ἐ-
70 ποιήσατο τῶγ χρημάτων, τοῖς δὲ συμπεριενεγ-
χθεὶς χρόνον ὅσον ἠβούλοντο τόκον οὐδένα ἐ-
πράξατο. πλεῖστα δὲ χειρίσας τῶγ κοινῶν, τρία {δὲ}
ἔτη συνεχῶς πάντα διώικησεν ὀρθῶς καὶ δικαί-
ως, τοὺς μὲν λόγους ἐν τοῖς ὡρισμένοις χρόνοις ἀ-
75 ποφέρων, τὰ δ’ ἀπὸ τῶμ προσόδωμ πίπτοντα
ἐν τοῖς τῆς πολιτείας χρόνοις παραδεξάμενος
εἰς κομιδὴ[ν ἑ]αυτῶι, οὐ γεγενημένου τούτου ἐπ’ ἀ-
ληθείας, ἐξ ὧν ἀπέλυσε μὲν τὴμ πόλιν ὀφειλη-
μάτων, παρέλυσε δὲ τόκων· τῶν δ’ ἐν τῆι πόλει
80 κακῶς διακειμένων πάντων διά τε τοὺς πολέ-
[μ]ους καὶ τὰς ἀφορίας, καὶ τῶν ὑπαρχόντων εἰς τὸ
[μη]θὲν ἡκόντων, ζητήσαντος ὑπὲρ τούτων τοῦ
[δή]μου ἐπιμηνιεῦσαι καὶ προνοῆσαι χρησίμως
[τοῖ]ς τε δανεισταῖς καὶ τοῖς χρήσταις, ὀφειλομένων
85 [α]ὐτῶι καὶ τῶι πατρὶ χρυσῶν ἑξακισχιλίων πρῶτος
[ἐ]πέτρεψε τῶι δήμωι ὃν ἂμ βούληται τρόπογ χρή-
[σασθαι] αὐτῶι, ἀξιώσαντος δὲ ἄφεσιμ ποιήσασ-
[θαι τοῖς χρ]ήσταις ἀφῆκε πᾶσι πάντα· καὶ οὐδὲν ἄ-
[λλο ποθειν]ότερον αὐτῶι νομίσας εἶναι
90 [τοῦ παρὰ τοῦ δήμου αὐτῶι] ὑπάρχειν εὔνοιαν τοῦ ἰδ-
[ίου — — — — — — — — — — — τ]εθραυσμένος τοῖς ὑπ-
[ρχουσι — — — — — — — — — — — —] αὐτοῖς οὐκ ἐλάσσους
[ἢ — — — — — — — — — — — — χρυσ]οῦς, οὓς πασι τοῖς
[— — — — — — — — — — — — — — — — τόκον οὐ]δένα -
95 [πράξατο? — — — — — — — — — — — — — — — — —]τειχ
[— — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us