[ ] N. Black Sea — Pantikapaion (Kerch) — mid. 1st c. BC-beg. 1st c. AD — IosPE II 298
1 Μηνόδωρε Ἀπολλω-
νίου,  χαῖρε.
φράζε τεὴν πάτρην, τεὸν οὔνομα καὶ μόρον αὔδα,
καὶ ποσέτης, λίπεις δ’ εἴ τι παρ’ ἁμερίοις;
5 πατρὶς ἁλιστέφανός με γοναῖς ἔσπιρε {²⁶ἔσπειρε}²⁶ Σινώπη,
οὔνομα δ’ οἰχομένου Μηνεόδωρος ἔφυ·
πολλὰ δὲ δυσμενέων ἔναρα βροτόεντα δαΐξας
κεῖμαι δουριτυπὴς ἐν χθονὶ Βοσπορίδι·
ἓξ δεκάδας λυκάβας κεκορώνικ<ε>, τέκνα δὲ λίπω
10 καὶ τὴν ἐν λέκτροις στεργομένην γαμέτιν.
εὐσεβέων ναίοις ἱερὸν δόμον· ἦσθα γὰρ ἀεὶ
καὶ φθίμενος καὶ ζῶν πᾶσι ποθεινότατος.
Search Help