[ ]
N. Black Sea — Pantikapaion (Kerch) — ca. 50 BC-50 AD — GVI 1989
1 | Θεοφίλη Ἑκαταίου, |
χαῖρε. | |
Θειοφίλην με θύγατρα μινυνθαδίην Ἑκαταίου | |
ἐμνώοντο, γάμωι παρθένον ἠΐθεοι, | |
5 | ἔφθασε δ’ ἁρπάξας Ἀΐδης, ἠράσσατο γάρ μευ, |
Φερσεφόνας ἐσιδὼν κρέσσονα Φερσεφόναν. | |
6a | ——— |
7 | καὶ γράμμα πέτρης ἐκγλυφὲν στηλίτιδος |
κόρην δακρύει Θεοφίλην Σινωπίδα | |
τὰς μελλονύμφους ἧς πατὴρ δαιδουχίας | |
10 | Ἑκαταῖος Ἅιδηι καὶ οὐ γάμωι συνάρμοσεν. |
10a | ——— |
11 | παρθένε Θειοφίλα, σὲ μὲν οὐ γάμος, ἀλλ’ ἀδίαυλος |
χῶρος ἔχει νύμφη δ’ οὐκέτι Μηνοφίλου, | |
[ἀ]λλὰ Κόρης σύλλεκτρος· ὁ δὲ σπείρας Ἑκαταῖος | |
οὔνομα δυστήνου μοῦνον ἔχει φθιμένης, | |
15 | [μ]ορφὰν δ’ ἐν πέτραι λεύ<σ>σει σέο τὰς δ’ ἀτελέστους |
ἐλπίδας οὐχ ὁσίη Μοῖρα κατεχθόνισεν. | |
τὴν κάλλος ζηλωτὸν ἐνὶ θνατοῖσι λαχοῦσαν | |
Θειοφίλην, Μουσῶν τὴν δεκάτην, Χάριτα, | |
πρὸς γάμον ὡραίαν, τὴν σωφροσύνης ὑπόδειγμα, | |
20 | οὐκ Ἀΐδας ζοφεραῖς ἀμφέβαλεν παλάμαις, |
Πλούτων δ’ εἰς θαλάμους τὰ γαμήλια λαμπάδι φέγγη | |
ἇψε, ποθεινοτάτην δεξάμενος γαμέτιν. | |
[ὦ γ]ονέες, θρήνων νῦν λήξατε, παύετ’ ὀδυρμῶν· | |
Θειοφίλη λέκτρων ἀθανάτων ἔτυχεν. |