1 | Φαρνάκη Φαρνάκου, |
χαῖρε. | |
Φαρνάκεω στάλαν δέρκευ, ξένε, τὸν βαρὺς Ἅ‵δης′ | |
ἔκλασεν, ἀγρεύσας δύσμορον ἡλικίην, | |
5 | τέχνῃ παιδοτρίβαν, ἔτεσιν νέον, ἐγ δὲ Σινώπας |
πατρίδος ἐξ ἀρετ<ᾶ>ς πρὸς δύσιν οἰχόμενον· | |
οὗ κάλπιν κρύ<π>τει γῆ Βοσπορὶς οὐδὲ λέληθεν | |
γυμνάσιον κωφοῖς δάκρυσι μυρόμενον. | |
αἱρετίσας δὲ πατὴρ στοργᾶι φύσιν ἐπροτέρησεν | |
10 | Χηματίων, τύμβωι σᾶμα λίθου θέμενος. |
CIRB
129