Decree of Eretria honoring the city of Oropos and Oropian judges. Fragment of the left-hand part of a stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Kalamos, E. of: Pappouli — 167-156 BC — ZPE 95 (1993) 141, I — SEG 43.209
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — — — — — τόν τε πρεσβευτὴν καὶ δι]-
[κασταγω]γ̣ὸν ἀπεδ̣έ[ξαντο φιλοφρόνως καὶ εὐνόως νομίζοντες]
καθῆκον ὑπάρχειν [ἑαυτοῖς προθύμως ἐπακολουθεῖν τοῖς παρα]-
[κ]αλουμένοις, κατέσ[τησαν τοὺς δικαστὰς καὶ τοὺς γραμματεῖς καὶ ἐξαπ]-
5 έστειλαν τὴν ταχίσ̣[την ὅπως ἐπιτελεσθῆι Ἐρετριεῦσι καὶ Θηβαί]-
οις ἡ πρὸς ἀλλήλους [δικαιοδοσία· δεδόχθαι τοῖς συνέδροις καὶ τῶι δήμωι]·
ἐπηνῆσθαι Ὠρωπίους [ἐπί τε τῆι αἱρέσει καὶ τῆι πρὸς τὸν δῆμον εὐνοίαι καὶ]
[ἐπὶ] τῶι προχειρίσασθαι το[ὺς δικαστὰς ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ στεφανῶσαι]
τὸν δῆμον Ὠρωπίων χρ[υσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι ἀρετῆς ἕνε]-
10 κεν καὶ εὐνοίας ἧς ἔχω[ν διατελεῖ πρὸς Θηβαίους καὶ Ἐρετριεῖς ἣν στῆ]-
σαι ἐν τῶι καλλίστωι τόπ[ωι τῆς πόλεως· ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Διόδωρον]
Κράτητος, Πλούταρχον Α̣[— — — — —, — — — — — Λυσιμένους, Παράμυθον]
Ξανθίππου, Ἀριστόμαχον [Περιγένου, Πολύβιον Σωκράτου Ὠρωπίους καὶ στε]-
φανῶσαι αὐτῶν ἕκαστον χρυ[σῶι στεφάνωι ἐφ’ ᾗ ἐποιήσαντο περὶ τὰς]
15 κρίσεις δικαιοσύνηι προσε[δρεύοντες ἐπιμελῶς τοὺς πράγματα ἔχοντ]-
ας καὶ ἐπιδόντες ἑαυτοὺς ἀπ[ροφασίστως ὅπως Ἐρετριεῦσι καὶ Θη]-
βαίοις διεξαχθῇ τὰ δίκαια, [τὰς μὲν δίκας κρίνοντες ἴσως καὶ]
δικαίως κατὰ τὸ σύμβολο[ν, τὰς δὲ συλλύοντες συμφερόντως]
τοῖς ἔχουσιν τὰ πράγματα, [καὶ ὅτι ἐν τῆι ἐπιδημίαι καὶ ἀναστρο]-
20 φεῖ διετέλεσαν ἄξιοι μὲν [τοῦ ἐξαποστείλαντος δήμου],
[ἄξ]ιοι δὲ τῆς ἐγχειρισθείση[ς αὐτοῖς πίστεως· ἐπαινέσαι δὲ καὶ τοὺς]
[γρα]μματεῖς αὐτ[ῶν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἐπὶ τῆι ἀναστρο]-
[φῆι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us