Decree concerning the repair and recasting of metal dedications in the
sanctuary of Amphiaraos. Pedimental stele of white marble, inscribed
on two sides.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 303 — cf. SEG 29.459, 41.1856, 42.420
face A,front.1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαρά- |
ου Ἐπικράτου, v Πίργης Ἀρχιππίδου εἶπεν ὑπὲρ ἱερῶν· προ- | |
βεβουλευμένον αὑτῶι εἶναι πρὸς τὴν βουλὴν καὶ τὸν δῆ%⁸⁰- | |
μον, ἐπειδὴ συμβαίνει τινὰ τῶν ἐπὶ τῆς τραπέζης τοῦ Ἀμ%⁸⁰- | |
5 | φιαράου ἀργυρωμάτων ἀχρεῖα γεγονέναι, τινὰ δὲ ἐπισκευ- |
ῆς χρείαν ἔχειν, εἶναι δὲ καὶ τῶν πρὸς τοῖς τοίχοις ἀνακει- | |
μένων πεπτωκότα τινά, νόμισμά τε ἐπίσημον χρυσοῦν | |
καὶ ἀργυροῦν καὶ ἕτερα ἄσημα, ἃ ἐμ παραδοσίμοις ἔχου- | |
σιν οἱ ἱεράρχαι, πεπονηκέναι δὲ καὶ τὴν φιάλην τὴν χρυσῆν vv | |
10 | τὴν ἐπὶ τῆς τραπέζης ἧι σπονδοποεῖται ὁ ἱερεὺς καὶ εἶναι ἀχρεί- |
αν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ὡς ἂν κυρωθῆι τὸ | |
ψήφισμα, ἑλέσθαι τρεῖς ἄνδρας ἐκ πάντων τῶν πολιτῶν, | |
τοῖς δὲ αἱρεθεῖσιν οἱ ἱεράρχαι παραδότωσαν τό τε νόμισ- | |
μα τὸ ἐκπεπτωκὸς ἀριθμῶι καὶ τῶν ἀργυρωμάτων ὅσα | |
15 | ἐστὶν ἀχρεῖα, πυρώσαντες καὶ ἀποξύσαντες τὸν καττί- |
τερον· ὡσαύτως δὲ καὶ τὰ χρυσία τὰ ἄσημα ἃ παρειλήφα- | |
σιν καὶ τὴν φιάλην τὴν χρυσῆν· ταῦτα δὲ παραδότωσαν | |
οἱ ἱεράρχαι τῆι ἀρχῆι, ἀπεψήσαντες καὶ ποιήσαντες | |
τῶι κάλλει πρὸς τὸ ἐπίσημον καὶ οὕτως ἀποστησάτω- | |
20 | σαν· παραδότωσαν δὲ πάντα ταῦτα σταθμῶι μετὰ |
πολεμάρχων καὶ κατοπτῶν καὶ ἀπολογισάσθωσαν | |
τὰ παραδοθέντα πρὸς κατόπτας· οἱ δὲ παραλαβόντες, | |
ὅσα μὲν ἂν δοκῆι ἐπισκευῆς προσδεῖσθαι, ἐπισκευ- | |
ασάτωσαν, ἐγ δὲ τῶν λοιπῶν ποιησάτωσαν ἀργυρώ- | |
25 | ματα τῶι θεῶι βουλευόμενοι περὶ τῆς κατασκευῆς με- |
[τ]ὰ πολεμάρχων καὶ ἱεραρχῶν καὶ συνηγόρων τῆς πό- | |
λεως, τὰς ἐγδόσεις ποιούμενοι τῆς τε ἐργασίας καὶ | |
[τ]ῆς ἐπισκευῆς παρὰ κατόπτας· ἐγδότω δὲ ἡ ἀρχὴ | |
[κ]αὶ ἐξ οὗ ἂν παραλάβηι χρυσίου ἀσήμου καὶ ἐπισή- | |
30 | μου, κατασκευάσαι τῶι θεῶι φιάλην χρυσῆν, v |
καταλιπομένη δοκιμεῖον· ὡς δ’ ἂν συντελεσθῆι, πα- | |
ραδότωσαν τοῖς ἱεράρχαις καὶ ἀποστησάτωσαν με- | |
[τ]ὰ πολεμάρχων καὶ κατοπτῶν· ὁ δὲ συλλογεὺς ἀνοί- | |
[ξας] τὸν θησαυρόν, ὡς νομίζεται, ἐξελέτω τὸ γινό- | |
35 | [μενον] ἀνάλωμα καὶ διδότω τὰς δόσεις τῶι ἐργώνηι |
[πάσας κα]τ[ὰ τὰ]ς προ[ῤ]ῥήσεις, ἐὰν δὲ μὴ ἦι ἐν τῶι θη- | |
σαυρῶι τὸ [κεφάλαιον τοῦ ἀ]ναλώματος, προσθέτω ὁ τα- | |
μίας ὁ προάρχων τὸ ἐ[λλεῖπ]ον καὶ ἀπολογισάσθω πρ[ὸς] | |
κατόπτας· ἵνα δὲ τ[οῖς ἀναθεῖσ]ιν ὑπομν[ήματα ἦι τῶν] | |
40 | ἀναθεμάτων, ὅσα μ[έλλε]ι κατασκ̣[ευασθῆναι, τοὺς] |
ἱεράρχας στήσαντας ἕκαστον τὸ ἀνάθε[μα ἀναγρά]- | |
ψαι εἰς στήλην λιθίνην τό τε ὄνομα τοῦ ἀνα[θ]έντος | |
καὶ τὴν πόλιν ἐξ ἧς ἂν ἦι καὶ τὴν ὁλκὴν τοῦ ἀναθέ- | |
ματος καὶ τοῦ νομίσματος τὸ πλῆθος· ἀναγραψάτω- | |
45 | σαν δὲ καὶ τὸ ψήφισμα τὸ κυρωθὲν περὶ τούτων |
εἰς τὴν στήλην καὶ ἀναθέτωσαν οὗ ἂν δοκῆι ἐν | |
καλλίστωι εἶναι καὶ τὸ γενόμενον ἀνάλωμα ἀπο- | |
λογισάσθωσαν· ἐὰν δέ τι μὴ ποιήσηι ἡ ἀρχὴ ἡ αἱρε- | |
θεῖσα τῶν γεγραμμένων ἐν τῶι ψηφίσματι ἢ οἱ ἱε- | |
50 | ράρχαι ἢ ὁ συλλογεὺς ἢ ὁ ταμίας, ἔνοχοι ἔστωσαν |
τῶι κατὰ τὸν τῆς οἰκονομίας νόμωι ὡς κατεβλαφό- | |
τες τὰς προσόδους τοῦ θεοῦ. vacat | |
face B,back.53 | τάδε συνεκόπη τῶν ἀναθημάτων vv |
κατὰ τὸ ψήφισμα, ὃ ἔγραψε Πίργης· vv | |
55 | Λυσάνδρας κανοῦν, ὁλκὴ Η𐅄ΔΔΔ𐅂𐅂𐅂, |
κωθώνιον Κρατήσιον, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂, vv | |
φιάλη Νικαρίστης, ὁλκὴ ΔΔΔΔ𐅂𐅂𐅂𐅂, vvvv | |
Κλιτὼ φιάλιον, ὁλκὴ Δ𐅂𐅂𐅂𐅂, Ἀπολλώνιος | |
φιάλην, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Ἀρχὼ Καρυστία φιάλην, vvv | |
60 | ὁλκὴ ΔΔΔ𐅂𐅂, Ἱππόξενος φιάλην, ὁλκὴ 𐅄ΔΔΔΔ𐅂𐅂, |
Δέων Αἰτωλὸς φιάλην, ὁλκὴ Η𐅄ΔΔ𐅃𐅂, vvvvv | |
Καφισόδωρος φιάλην, ὁλκὴ 𐅄ΔΔ𐅃, Ἀρχίας Ἀκαρνὰ[ν] | |
σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅂, Ἀντίφιλος σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂, | |
Ἀρχέμαχος σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅂𐅂, Μνασικλῆς v | |
65 | [Κ]ορίνθιος τριποδίσκον, ὁλκὴ 𐅅ΗΗΗΔ𐅂𐅂𐅂, vvvvvvv |
Λυσικράτης καὶ Πραξαγόρας τριποδίσκον, | |
ὁλκὴ ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂. vacat | |
vacat | |
68 | Μέλανος προσώπιον, ὁλκὴ ΔΔ𐅃𐅂𐅂𐅂𐅂, Βοΐσκου |
πρόσωπον, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Φιλίας τιτθός, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, | |
70 | Ἀρσίνου αἰδοῖον, ὁλκὴ 𐅃𐅂, Καλλιμάχης ὀφίδ[ιο]ν, ὁλκὴ 𐅃, |
[Ἵ]ππωνος αἰδοῖον, ὁλκὴ 𐅂𐅂𐅂𐅂, Εὐφροσύνης τ[ιτθ]ός, ὁλκὴ 𐅃Ι, | |
Φαττίου χείρ, ὁλκὴ 𐅂𐅂𐅂𐅂, Ἀγαθοκλῆς ἡδυποτίδιον, v | |
ὁλκὴ ΔΔΔ, Ἀριστοκράτεια λιβανωτίδα, ὁλκὴ 𐅃ΔΔ𐅂𐅂, | |
[Ἕ]λιξος σκάφιον, ὁλκὴ ΔΔΔ καὶ ἀργυρίου vvvv | |
75 | [τ]οῦ ἐκπεπτωκότος ἐκ τῶν ἀναθημάτων |
Κλεονόης 𐅂𐅂𐅂, Μέλανος 𐅂𐅂𐅂, Ἀντιμάχου 𐅂𐅂𐅂, vv | |
Ἡρακλείδου τετρᾶχμα Δ𐅃, Κτησοῦς τετρᾶχμα ΙΙ, | |
ἄλ<λ>ο τετρᾶχμον, Δημητρίας τετρᾶχμον. vvvv | |
vacat | |
79 | Ῥόδωνος τετρᾶχμα ΙΙ, Σιμάλης τετρᾶχμα 𐅃, |
80 | Ἐπιτέλου 𐅂𐅂𐅂, Μιθριδάτου 𐅂𐅂𐅂, Λυσιμάχου vvvvvvv |
τετρᾶχμα ΙΙ, Πλανγ̣όνος 𐅂𐅂𐅂, [Φ]ατίου ΙΙΙ, Δημοῦς ΙΙΙ, | |
Μικύθου 𐅂𐅂𐅂, Εἰρήνης 𐅂𐅂𐅂, Πτωΐωνος τετρᾶχμα 𐅃ΙΙ, | |
[Κ]ολλύρας τετρᾶχμα ΙΙΙ, Προσόδου 𐅂𐅂𐅂, Ἀρχίου 𐅂𐅂𐅂, | |
[Φ]ιλομήλου 𐅂𐅂𐅂, Μελίτης τετρᾶχμα ΙΙ, vvvvvvvvv | |
85 | Θεομνάστα τετρᾶχμα ΙΙΙ, [Ξ]ενοκλέος vvvvvvv |
τετρᾶχμα 𐅃ΙΙΙΙ, Παμφίλου τετρᾶχμα ΙΙΙΙ, vvvv | |
Βάκχιος τετρᾶχμα ΙΙΙ, Βίων τετρᾶ[χ]μα ΙΙ, Ἄδα v | |
τετρᾶχμα ΙΙΙ, Φιλιστίδου τετρᾶχμα ΙΙΙΙ, vvvvv | |
Κλεοξένου τετρᾶχμα ΙΙ, Ἀντανδρίδου τετρᾶχμα 𐅃, | |
90 | Ἀριστοκλέους 𐅂𐅂𐅂, Κτησαρέτης vacat |
τετρᾶχμα 𐅃, Ἀριστοκλέους 𐅂𐅂𐅂, Λυσίου vvvvvvv | |
πτολεμαϊκὰ 𐅃Ι, Δημάρχου πτολε[μαϊ]κὰ Ι[․․], | |
Φιλοκλεί[ας] πτολεμαϊκ[ὰ ․․․7․․․]νος 𐅂𐅂, vvv | |
Ἀγαθον[ίκης] 𐅂𐅂[𐅂], Ἀρισ[το]κράτεια στατῆρας Δ𐅃, | |
95 | [․․․․]νίκης 𐅂𐅂, Φιλοκλείας 𐅂, vvv Ἡδίστης 𐅂, |
[․․․]ωνας 𐅃, Ἀριστοῦς 𐅂𐅂𐅂𐅂, Κρατήσιον vvvv | |
ἀλεξανδρείας 𐅂𐅂𐅂𐅂, Ἄδα ἀλεξανδρείας 𐅃, v | |
Δωρὶς ἀλεξανδρείας 𐅃, Νίκωνος χρυσοῦς, | |
Προσόδου χρυσοῦς, Νικοκλέους χρυσοῦς, v | |
100 | Σωτηρίδου χρυσοῦς, Ἀριστοῦς χρυσοῖ δύο |
καὶ ἀνεπίγραφοι χρυσοῖ 𐅃, Μηλίδος v ὀβολοὶ ΔΔ, | |
Ἀλφιάδης χύμα, ὁλκὴ ΗΔΔΔΔ𐅂𐅂𐅂𐅂. vacat | |
vacat |