Decree concerning the repair and recasting of metal dedications in the
sanctuary of Amphiaraos. Pedimental stele of white marble, inscribed
on two sides.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 303 — cf. SEG 29.459, 41.1856, 42.420
| face A,front.1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαρά- |
| ου Ἐπικράτου, v Πίργης Ἀρχιππίδου εἶπεν ὑπὲρ ἱερῶν· προ- | |
| βεβουλευμένον αὑτῶι εἶναι πρὸς τὴν βουλὴν καὶ τὸν δῆ%⁸⁰- | |
| μον, ἐπειδὴ συμβαίνει τινὰ τῶν ἐπὶ τῆς τραπέζης τοῦ Ἀμ%⁸⁰- | |
| 5 | φιαράου ἀργυρωμάτων ἀχρεῖα γεγονέναι, τινὰ δὲ ἐπισκευ- |
| ῆς χρείαν ἔχειν, εἶναι δὲ καὶ τῶν πρὸς τοῖς τοίχοις ἀνακει- | |
| μένων πεπτωκότα τινά, νόμισμά τε ἐπίσημον χρυσοῦν | |
| καὶ ἀργυροῦν καὶ ἕτερα ἄσημα, ἃ ἐμ παραδοσίμοις ἔχου- | |
| σιν οἱ ἱεράρχαι, πεπονηκέναι δὲ καὶ τὴν φιάλην τὴν χρυσῆν vv | |
| 10 | τὴν ἐπὶ τῆς τραπέζης ἧι σπονδοποεῖται ὁ ἱερεὺς καὶ εἶναι ἀχρεί- |
| αν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ὡς ἂν κυρωθῆι τὸ | |
| ψήφισμα, ἑλέσθαι τρεῖς ἄνδρας ἐκ πάντων τῶν πολιτῶν, | |
| τοῖς δὲ αἱρεθεῖσιν οἱ ἱεράρχαι παραδότωσαν τό τε νόμισ- | |
| μα τὸ ἐκπεπτωκὸς ἀριθμῶι καὶ τῶν ἀργυρωμάτων ὅσα | |
| 15 | ἐστὶν ἀχρεῖα, πυρώσαντες καὶ ἀποξύσαντες τὸν καττί- |
| τερον· ὡσαύτως δὲ καὶ τὰ χρυσία τὰ ἄσημα ἃ παρειλήφα- | |
| σιν καὶ τὴν φιάλην τὴν χρυσῆν· ταῦτα δὲ παραδότωσαν | |
| οἱ ἱεράρχαι τῆι ἀρχῆι, ἀπεψήσαντες καὶ ποιήσαντες | |
| τῶι κάλλει πρὸς τὸ ἐπίσημον καὶ οὕτως ἀποστησάτω- | |
| 20 | σαν· παραδότωσαν δὲ πάντα ταῦτα σταθμῶι μετὰ |
| πολεμάρχων καὶ κατοπτῶν καὶ ἀπολογισάσθωσαν | |
| τὰ παραδοθέντα πρὸς κατόπτας· οἱ δὲ παραλαβόντες, | |
| ὅσα μὲν ἂν δοκῆι ἐπισκευῆς προσδεῖσθαι, ἐπισκευ- | |
| ασάτωσαν, ἐγ δὲ τῶν λοιπῶν ποιησάτωσαν ἀργυρώ- | |
| 25 | ματα τῶι θεῶι βουλευόμενοι περὶ τῆς κατασκευῆς με- |
| [τ]ὰ πολεμάρχων καὶ ἱεραρχῶν καὶ συνηγόρων τῆς πό- | |
| λεως, τὰς ἐγδόσεις ποιούμενοι τῆς τε ἐργασίας καὶ | |
| [τ]ῆς ἐπισκευῆς παρὰ κατόπτας· ἐγδότω δὲ ἡ ἀρχὴ | |
| [κ]αὶ ἐξ οὗ ἂν παραλάβηι χρυσίου ἀσήμου καὶ ἐπισή- | |
| 30 | μου, κατασκευάσαι τῶι θεῶι φιάλην χρυσῆν, v |
| καταλιπομένη δοκιμεῖον· ὡς δ’ ἂν συντελεσθῆι, πα- | |
| ραδότωσαν τοῖς ἱεράρχαις καὶ ἀποστησάτωσαν με- | |
| [τ]ὰ πολεμάρχων καὶ κατοπτῶν· ὁ δὲ συλλογεὺς ἀνοί- | |
| [ξας] τὸν θησαυρόν, ὡς νομίζεται, ἐξελέτω τὸ γινό- | |
| 35 | [μενον] ἀνάλωμα καὶ διδότω τὰς δόσεις τῶι ἐργώνηι |
| [πάσας κα]τ[ὰ τὰ]ς προ[ῤ]ῥήσεις, ἐὰν δὲ μὴ ἦι ἐν τῶι θη- | |
| σαυρῶι τὸ [κεφάλαιον τοῦ ἀ]ναλώματος, προσθέτω ὁ τα- | |
| μίας ὁ προάρχων τὸ ἐ[λλεῖπ]ον καὶ ἀπολογισάσθω πρ[ὸς] | |
| κατόπτας· ἵνα δὲ τ[οῖς ἀναθεῖσ]ιν ὑπομν[ήματα ἦι τῶν] | |
| 40 | ἀναθεμάτων, ὅσα μ[έλλε]ι κατασκ̣[ευασθῆναι, τοὺς] |
| ἱεράρχας στήσαντας ἕκαστον τὸ ἀνάθε[μα ἀναγρά]- | |
| ψαι εἰς στήλην λιθίνην τό τε ὄνομα τοῦ ἀνα[θ]έντος | |
| καὶ τὴν πόλιν ἐξ ἧς ἂν ἦι καὶ τὴν ὁλκὴν τοῦ ἀναθέ- | |
| ματος καὶ τοῦ νομίσματος τὸ πλῆθος· ἀναγραψάτω- | |
| 45 | σαν δὲ καὶ τὸ ψήφισμα τὸ κυρωθὲν περὶ τούτων |
| εἰς τὴν στήλην καὶ ἀναθέτωσαν οὗ ἂν δοκῆι ἐν | |
| καλλίστωι εἶναι καὶ τὸ γενόμενον ἀνάλωμα ἀπο- | |
| λογισάσθωσαν· ἐὰν δέ τι μὴ ποιήσηι ἡ ἀρχὴ ἡ αἱρε- | |
| θεῖσα τῶν γεγραμμένων ἐν τῶι ψηφίσματι ἢ οἱ ἱε- | |
| 50 | ράρχαι ἢ ὁ συλλογεὺς ἢ ὁ ταμίας, ἔνοχοι ἔστωσαν |
| τῶι κατὰ τὸν τῆς οἰκονομίας νόμωι ὡς κατεβλαφό- | |
| τες τὰς προσόδους τοῦ θεοῦ. vacat | |
| face B,back.53 | τάδε συνεκόπη τῶν ἀναθημάτων vv |
| κατὰ τὸ ψήφισμα, ὃ ἔγραψε Πίργης· vv | |
| 55 | Λυσάνδρας κανοῦν, ὁλκὴ Η𐅄ΔΔΔ𐅂𐅂𐅂, |
| κωθώνιον Κρατήσιον, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂, vv | |
| φιάλη Νικαρίστης, ὁλκὴ ΔΔΔΔ𐅂𐅂𐅂𐅂, vvvv | |
| Κλιτὼ φιάλιον, ὁλκὴ Δ𐅂𐅂𐅂𐅂, Ἀπολλώνιος | |
| φιάλην, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Ἀρχὼ Καρυστία φιάλην, vvv | |
| 60 | ὁλκὴ ΔΔΔ𐅂𐅂, Ἱππόξενος φιάλην, ὁλκὴ 𐅄ΔΔΔΔ𐅂𐅂, |
| Δέων Αἰτωλὸς φιάλην, ὁλκὴ Η𐅄ΔΔ𐅃𐅂, vvvvv | |
| Καφισόδωρος φιάλην, ὁλκὴ 𐅄ΔΔ𐅃, Ἀρχίας Ἀκαρνὰ[ν] | |
| σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅂, Ἀντίφιλος σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂, | |
| Ἀρχέμαχος σκάφιον, ὁλκὴ ΔΔΔΔ𐅂𐅂, Μνασικλῆς v | |
| 65 | [Κ]ορίνθιος τριποδίσκον, ὁλκὴ 𐅅ΗΗΗΔ𐅂𐅂𐅂, vvvvvvv |
| Λυσικράτης καὶ Πραξαγόρας τριποδίσκον, | |
| ὁλκὴ ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂. vacat | |
| vacat | |
| 68 | Μέλανος προσώπιον, ὁλκὴ ΔΔ𐅃𐅂𐅂𐅂𐅂, Βοΐσκου |
| πρόσωπον, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Φιλίας τιτθός, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, | |
| 70 | Ἀρσίνου αἰδοῖον, ὁλκὴ 𐅃𐅂, Καλλιμάχης ὀφίδ[ιο]ν, ὁλκὴ 𐅃, |
| [Ἵ]ππωνος αἰδοῖον, ὁλκὴ 𐅂𐅂𐅂𐅂, Εὐφροσύνης τ[ιτθ]ός, ὁλκὴ 𐅃Ι, | |
| Φαττίου χείρ, ὁλκὴ 𐅂𐅂𐅂𐅂, Ἀγαθοκλῆς ἡδυποτίδιον, v | |
| ὁλκὴ ΔΔΔ, Ἀριστοκράτεια λιβανωτίδα, ὁλκὴ 𐅃ΔΔ𐅂𐅂, | |
| [Ἕ]λιξος σκάφιον, ὁλκὴ ΔΔΔ καὶ ἀργυρίου vvvv | |
| 75 | [τ]οῦ ἐκπεπτωκότος ἐκ τῶν ἀναθημάτων |
| Κλεονόης 𐅂𐅂𐅂, Μέλανος 𐅂𐅂𐅂, Ἀντιμάχου 𐅂𐅂𐅂, vv | |
| Ἡρακλείδου τετρᾶχμα Δ𐅃, Κτησοῦς τετρᾶχμα ΙΙ, | |
| ἄλ<λ>ο τετρᾶχμον, Δημητρίας τετρᾶχμον. vvvv | |
| vacat | |
| 79 | Ῥόδωνος τετρᾶχμα ΙΙ, Σιμάλης τετρᾶχμα 𐅃, |
| 80 | Ἐπιτέλου 𐅂𐅂𐅂, Μιθριδάτου 𐅂𐅂𐅂, Λυσιμάχου vvvvvvv |
| τετρᾶχμα ΙΙ, Πλανγ̣όνος 𐅂𐅂𐅂, [Φ]ατίου ΙΙΙ, Δημοῦς ΙΙΙ, | |
| Μικύθου 𐅂𐅂𐅂, Εἰρήνης 𐅂𐅂𐅂, Πτωΐωνος τετρᾶχμα 𐅃ΙΙ, | |
| [Κ]ολλύρας τετρᾶχμα ΙΙΙ, Προσόδου 𐅂𐅂𐅂, Ἀρχίου 𐅂𐅂𐅂, | |
| [Φ]ιλομήλου 𐅂𐅂𐅂, Μελίτης τετρᾶχμα ΙΙ, vvvvvvvvv | |
| 85 | Θεομνάστα τετρᾶχμα ΙΙΙ, [Ξ]ενοκλέος vvvvvvv |
| τετρᾶχμα 𐅃ΙΙΙΙ, Παμφίλου τετρᾶχμα ΙΙΙΙ, vvvv | |
| Βάκχιος τετρᾶχμα ΙΙΙ, Βίων τετρᾶ[χ]μα ΙΙ, Ἄδα v | |
| τετρᾶχμα ΙΙΙ, Φιλιστίδου τετρᾶχμα ΙΙΙΙ, vvvvv | |
| Κλεοξένου τετρᾶχμα ΙΙ, Ἀντανδρίδου τετρᾶχμα 𐅃, | |
| 90 | Ἀριστοκλέους 𐅂𐅂𐅂, Κτησαρέτης vacat |
| τετρᾶχμα 𐅃, Ἀριστοκλέους 𐅂𐅂𐅂, Λυσίου vvvvvvv | |
| πτολεμαϊκὰ 𐅃Ι, Δημάρχου πτολε[μαϊ]κὰ Ι[․․], | |
| Φιλοκλεί[ας] πτολεμαϊκ[ὰ ․․․7․․․]νος 𐅂𐅂, vvv | |
| Ἀγαθον[ίκης] 𐅂𐅂[𐅂], Ἀρισ[το]κράτεια στατῆρας Δ𐅃, | |
| 95 | [․․․․]νίκης 𐅂𐅂, Φιλοκλείας 𐅂, vvv Ἡδίστης 𐅂, |
| [․․․]ωνας 𐅃, Ἀριστοῦς 𐅂𐅂𐅂𐅂, Κρατήσιον vvvv | |
| ἀλεξανδρείας 𐅂𐅂𐅂𐅂, Ἄδα ἀλεξανδρείας 𐅃, v | |
| Δωρὶς ἀλεξανδρείας 𐅃, Νίκωνος χρυσοῦς, | |
| Προσόδου χρυσοῦς, Νικοκλέους χρυσοῦς, v | |
| 100 | Σωτηρίδου χρυσοῦς, Ἀριστοῦς χρυσοῖ δύο |
| καὶ ἀνεπίγραφοι χρυσοῖ 𐅃, Μηλίδος v ὀβολοὶ ΔΔ, | |
| Ἀλφιάδης χύμα, ὁλκὴ ΗΔΔΔΔ𐅂𐅂𐅂𐅂. vacat | |
| vacat |