Letter of Roman consuls to the Oropians outlining a decision of the Roman Senate in a dispute between Oropos and the publicani. Stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 73 BC — IG VII 413 — Syll.³ 747 — Sherk, Roman Documents (1969) 133, 23
1 Μ̣[άαρ]κ̣ος Τερέντιος Μαάρκου υἱὸς Οὐάρρων Λεύκολλος, Γάϊος Κάσιος Λευκί[ου υἱὸς]
Λ[ογ]γ̣ῖνος ὕπατοι vv Ὠρωπίων ἄρχουσιν, βουλῇ, δήμωι χαίρειν· εἰ ἔρρωσθε εὖ ἂν ἔχ[οι vvvv]
ὑμᾶς εἰδέναι βουλόμεθα, ἡμᾶς κατὰ τὸ τῆς συνκλήτου δόγμα τὸ γενόμενον ἐ[πὶ Λευκί]-
ου Λικινίου Μαάρκου Αὐρηλίου ὑπάτων ἐπεγνωκέναι περὶ ἀντιλογιῶν τῶν ἀνάμ[εσον]
5 θεῶι Ἀμφιαράωι καὶ τῶν δημοσιωνῶν γεγονότων {ἐπεγνωκέναι} vvv πρὸ μιᾶς εἰ[δυῶν]
Ὀκτομβρίων ἐμ βασιλικῇ Πορκίᾳ· ἐν συνβουλίωι vv παρῆσαν Μάαρκος Κλαύδιος Μαάρκ[ου]
υἱὸς Ἀρνήσσης Μαάρκελλος, vvv Γάϊος Κλαύδιος Γαΐου υἱὸς Ἀρνήσσης Γλάβερ, v
 Μάαρκος Κάσιος Μαάρκου υἱὸς Πωμεντίνα, vv Γάϊος Λικίνιος Γαΐου υἱὸς
 {Πωμεντίνα, v Γάϊος Λικίνιος Γαΐου υἱὸς} Στηλατίνα {Σ} Σακέρδως, vac.
10  Λεύκιος Οὐολύσκιος Λευκίου υἱὸς Ἀρνιήσσης, vv Λεύκιος Λάρτιος Λευκίου υἱὸς v
 Πηπιρία, vv Γάϊος Ἀνναῖος Γαΐου υἱὸς Κλυτομίνα, vv Μάαρκος Τύλλιος Μαάρκου υἱὸς v
 Κορνηλία Κικέρων, vv Κόϊντος Ἄξιος Μαάρκου υἱὸς Κυρίνα, vv Κόϊντος Πομπήϊος Κοΐν-
 του υἱὸς Ἀρνήσσης Ῥοῦφος, v Αὖλος Κασκέλιος Αὔλου υἱὸς {ου%⁸⁰ιος} Ῥωμιλία, vac.
 Κόϊντος Μυνύκιος Κοΐντου υἱὸς Τηρη{ρη}τίνα {²⁶Τηρητίνα}²⁶ Θέρμος, vv Μάαρκος Ποπλίκιος vv
15  Μαάρκου υἱὸς Ὁρατία Σκαίουας, vv Τίτος Μαίνιος Τίτου υἱὸς vv Λεμωνία, v Λεύκιος v
Κλαύδιος Λευκίου υἱὸς Λεμωνία· vvvv περὶ ὧν Ἑρμόδωρος Ὀλυνπίχου υἱὸς ἱερεὺς v
 Ἀνφιαράου ὅστις πρότερον ὑπὸ τῆς συνκλήτου σύνμαχος προσηγορευμέ-
 νος ἐστίν, καὶ Ἀλεξίδημος Θεοδώρου υἱός, Δημαίνετος Θεοτέλου υἱός, πρεσβευ-
 ταὶ Ὠρωπίων, λόγους ἐποιήσαντο vvv ἐπ<ε>ὶ ἐν τῷ τῆς μισθώσεως νόμωι αὗται αἱ vv
20  χῶραι {ὑ<π>εξειρημέναι εἰσίν}, ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν
 φυλακῆς ἕνεκεν συνεχώρησεν, ὑπεξειρημέναι εἰσίν, vv ταύτας τε τὰς προσ-
 όδους, περὶ ὧν ἄγεται τὸ πρᾶγμα, Λεύκιος Σύλλας τῶι θεῶι Ἀμφιαράωι πρ<ο>σώιρι-
 σεν ὅπως ὑπὲρ τούτων τῶν χωρῶν πρόσοδον τῶι δημοσιώνῃ μὴ τελῶσιν vvvvv
 καὶ περὶ ὧν Λεύκιος Δομέτιος Αἰνόβαλβος vvv ὑπὲρ δημοσιωνῶν εἶπεν vvv
25  ἐπεὶ ἐν τῶι τῆς μισθώσεως νόμωι αὗται αἱ χῶραι ὑπεξειρημέναι εἰσὶν vvv
 ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν φυλακῆς ἕνεκεν vvvv
 συνεχώρησεν, vv οὔτε ὁ Ἀμφιάραος ὧι αὗται αἱ χῶραι συνκεχωρημέναι v
 λέγονται, θεός ἐστιν, ὅπως ταύτας τὰς χώρας καρπίσζεσθαι ἐξῇ v
 τοὺς δημοσιώνας· vvv ἀπὸ συνβουλίου γνώμης γνώμην ἀπεφηνά%⁸⁰-
30  μεθα· ὃ ἐπέγνωμεν, τῆι συνκλήτωι προσανοίσομεν, vv τοῦτο ὃ καὶ vv
 εἰς τὴν τῶν ὑπομνημάτων δέλτον κατεχωρίσαμεν· vvv περὶ χώρας v
 Ὠρωπίας, περὶ ἧς ἀντιλογία ἦν πρὸς τοὺς δημοσιώνας, κατὰ τὸν τῆς v
 μισθώσεως νόμον v αὕτη ὑπεξειρημένη ἐστίν, ἵνα μὴ ὁ δημοσιώ%⁸⁰-
 νης αὐτὴν καρπίζηται κατὰ τὸ τῆς συνκλήτου δόγμα ἐπέγνωμεν·
35  ἐν τῷ τῆς μισθώσεως νόμῳ ὑπεξειρημένην δοκεῖ εἶναι οὕτως· vvv
 ἐκτός τε τούτων ἢ εἴ τι δόγμα συνκλήτου αὐτοκράτωρ αὐτοκράτορές τ[ε]
 ἡμέτεροι καταλογῆς θεῶν ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς vv
 καρπίζεσθαι ἔδωκαν, κατέλιπον· vv ἐκτός τε τούτων ἃ Λεύκιος vvvv
 Κορνήλιος Σύλλας αὐτοκράτωρ ἀπὸ συνβουλίου γνώμης θεῶν vvvv
40  ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς ἕνεκεν καρπίζεσθαι ἔδωκεν v
 ὃ τὸ αὐτὸ ἡ σύνκλητος ἐπεκύρωσεν οὔτε μετὰ ταῦτα δόγματι vvv
 συνκλήτου ἄκυρον ἐγενήθη· vv Λεύκιος Κορνήλιος Σύλλας ἀπὸ συν%⁸⁰-
 βουλίου γνώμης γνώμην εἰρηκέναι δοκεῖ·  vv τῆς εὐχῆς ἀποδόσεως vvv
 ἕνεκεν τῶι ἱερῷ Ἀμφιαράου χώραν προστίθημι πάντῃ πάντοθεν πόδας
45  χιλίους, ἵνα καὶ αὕτη ἡ χώρα ὑπάρχῃ ἄσυλος· ὡσαύτως τῶι θεῷ Ἀμφιαράωι vvv
 καθιερωκέναι τῆς πόλεως καὶ τῆς χώρας λιμένων τε τῶν Ὠρωπίων v
 τὰς προσόδους ἁπάσας εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας, ἃς Ὠρώπιοι v
 συντελοῦσιν θεῷ Ἀμφιαράωι, ὁμοίως δὲ καὶ ἃς ἂν μετὰ ταῦτα ὑπὲρ τῆς
 νίκης καὶ τῆς ἡγεμονίας τοῦ δήμου τοῦ Ῥωμαίων συντελέσουσιν, vvvvvv
50  ἐκτὸς ἀγρῶν τῶν Ἑρμοδώρου Ὀλυνπίχου υἱοῦ ἱερέως Ἀμφιαράου τοῦ v
 διὰ τέλους ἐν τῇ φιλίᾳ τοῦ δήμου τοῦ Ῥωμαίων μεμενηκότος· περὶ τού%⁸⁰-
 του τοῦ πράγματος δόγμα συνκλήτου vv ἐπὶ Λευκίου Σύλλα Ἐπαφροδίτου,
 Κοΐντου Μετέλλου Εὐσεβοῦς ὑπάτων vv ἐπικεκυρωμένον δοκεῖ εἶναι vvv
 ὅπερ ἡ σύνκλητος ἐδογμάτισεν καὶ εἰς τούτους τοὺς λόγους· ὅσα τε θεῶι
55  Ἀμφιαράωι καὶ τῶι ἱερῷ αὐτοῦ v Λεύκιος Κορνήλιος Σύλλας ἀπὸ συ<ν>βουλίου v
 γνώμης προσώρισεν συνεχώρησεν, τὰ αὐτὰ ἡ σύνκλητος τούτωι τῶι θεῶι vv
 δοθῆναι συνχωρηθῆναι ἡγήσατο· ἐν τῶι συμβουλίωι παρῆσαν v
 οἱ αὐτοὶ οἳ ἐμ πραγμάτων συμβεβουλευμένων δέλτωι πρώτηι v
 κηρώματι τεσσαρεσκαιδεκάτωι· δόγμα συνκλήτου τοῦτο γενόμενόν vv
60  ἐστιν· πρὸ ἡμερῶν δεκαεπτὰ καλανδῶν Νοενβρίων ἐν κομετίωι· v
 γραφομένου παρῆσαν vv Τίτος Μαίνιος Τίτου υἱὸς Λεμωνία, vv
 Κόϊντος Ῥάγκιος Κοΐντου υἱὸς Κλαυδία, Γάϊος Οὐσέλλιος Γαΐου vv
 υἱὸς Κυρίνα Οὐάρρων· vv περὶ ὧν Μάαρκος Λεύκολλος, Γάϊος Κάσιος
 ὕπατοι ἐπιγνόντες ἀπήνγειλαν περὶ Ὠρωπίας χώρας καὶ τῶν
65  δημοσιωνῶν ἑαυτοὺς ἐπεγνωκέναι· ὡσαύτως τὴν Ὠρωπίων v
 χώραν ὑπεξειρημένην δοκεῖν εἶναι κατὰ τὸν τῆς μισθώσεως νόμον
 μὴ δοκεῖν τοὺς δημοσιώνας ταῦτα καρπίζεσθαι· οὕτως vvv
 καθὼς ἂν αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς v
 ἰδίας ἐφαίνετο, ἔδοξεν.             vacat
Search Help
Contact Us