Decree of Oropos concerning restoration of the city walls. Stele of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 225-200 BC — IG VII 4263 — Syll.³ 544
See also:
1 | θεοί. |
Λύσανδρος εἶπεν· ὅπως ἂμ πόρος χρημάτωγ | |
γίνηται εἰς τὴν οἰκοδομίαν τοῦ τείχους καὶ | |
συντελεσθέντων τῶν τειχῶν χρήσιμοι | |
5 | ὦμεν αὐτοί τε αὑτοῖς καὶ τῶι κοινῶι Βοιωτῶν, |
δεδόχθαι τῶι δήμωι· τοὺς τειχοποιοὺς καὶ | |
τοὺς πολεμάρχους δανείσασθαι χρήμα- | |
τα ἐάμ ποθεν δύνωνται, τόκων ὅ τι ἂν ἐλα- | |
χίστων δύνωνται ⋮ τοῖς δὲ δανείσασιν | |
10 | ἀποδοῦναι τὰ χρήματα ἐν τῶι ἐνιαυτῶι |
τῶι μετὰ Ὠρωπόδωρον ἱερέα αὐτὰ καὶ τοὺς | |
τόκους, ὧν ἂν ἕκαστα δανείσωνται· τοὺς δὲ | |
δανείσαντας τῆι πόλει εἰς τὸν τειχισμὸν | |
μέχρι ταλάντου καὶ τοῦ πλέονος τόκων | |
15 | τῶν ἐπιδεκάτων προξένους εἶναι καὶ εὐ- |
εργέτας τῆς πόλεος Ὠρωπίων καὶ αὐτοὺς | |
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ | |
ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν | |
20 | καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ |
τοῖς πολίταις, καὶ ἀναγράψαι αὐτοὺς πατρό- | |
θεν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι | |
τοῦ Ἀμφιαράου· ὅσοι δ’ ἂν ἔλαττον ταλάντου | |
δανείσωσιν τῆι πόλει, ὑπὲρ τούτων τὸν δῆμον | |
25 | ἐπισκέψασθαι, καθότι ἂν ἕκαστος αὐτῶν ἄξιος |
ἦι τιμηθῆναι ὑπὸ τῆς πόλεως· ἀναγράψαι τοὺς | |
πολεμάρχους τὸ ψήφισμα ἐν στήληι λιθίνηι | |
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου ⋮ τὸν δὲ | |
ταμίαν τὸ ἄλωμα δοῦναι. vacat | |
30 | οἵδε πρόξενοι καὶ εὐεργέται κατὰ τὸ ψήφισμα· |
Νίκων ⋮ Χάρμιδος. |