Decree of Oropos concerning restoration of the city walls. Stele of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 225-200 BC — IG VII 4263 — Syll.³ 544
See also:
| 1 | θεοί. |
| Λύσανδρος εἶπεν· ὅπως ἂμ πόρος χρημάτωγ | |
| γίνηται εἰς τὴν οἰκοδομίαν τοῦ τείχους καὶ | |
| συντελεσθέντων τῶν τειχῶν χρήσιμοι | |
| 5 | ὦμεν αὐτοί τε αὑτοῖς καὶ τῶι κοινῶι Βοιωτῶν, |
| δεδόχθαι τῶι δήμωι· τοὺς τειχοποιοὺς καὶ | |
| τοὺς πολεμάρχους δανείσασθαι χρήμα- | |
| τα ἐάμ ποθεν δύνωνται, τόκων ὅ τι ἂν ἐλα- | |
| χίστων δύνωνται ⋮ τοῖς δὲ δανείσασιν | |
| 10 | ἀποδοῦναι τὰ χρήματα ἐν τῶι ἐνιαυτῶι |
| τῶι μετὰ Ὠρωπόδωρον ἱερέα αὐτὰ καὶ τοὺς | |
| τόκους, ὧν ἂν ἕκαστα δανείσωνται· τοὺς δὲ | |
| δανείσαντας τῆι πόλει εἰς τὸν τειχισμὸν | |
| μέχρι ταλάντου καὶ τοῦ πλέονος τόκων | |
| 15 | τῶν ἐπιδεκάτων προξένους εἶναι καὶ εὐ- |
| εργέτας τῆς πόλεος Ὠρωπίων καὶ αὐτοὺς | |
| καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ | |
| ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν | |
| 20 | καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ |
| τοῖς πολίταις, καὶ ἀναγράψαι αὐτοὺς πατρό- | |
| θεν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι | |
| τοῦ Ἀμφιαράου· ὅσοι δ’ ἂν ἔλαττον ταλάντου | |
| δανείσωσιν τῆι πόλει, ὑπὲρ τούτων τὸν δῆμον | |
| 25 | ἐπισκέψασθαι, καθότι ἂν ἕκαστος αὐτῶν ἄξιος |
| ἦι τιμηθῆναι ὑπὸ τῆς πόλεως· ἀναγράψαι τοὺς | |
| πολεμάρχους τὸ ψήφισμα ἐν στήληι λιθίνηι | |
| καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου ⋮ τὸν δὲ | |
| ταμίαν τὸ ἄλωμα δοῦναι. vacat | |
| 30 | οἵδε πρόξενοι καὶ εὐεργέται κατὰ τὸ ψήφισμα· |
| Νίκων ⋮ Χάρμιδος. |