Honorific decree for Pytheas, son of Sosidemos. Pedimental stele
of Pentelic marble, broken at the bottom. Stoich. 35.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 333/332 BC — IG VII 3499 — IG II² 338 — Syll.³ 281
See also:
| 1 | θεοί. |
| ἐπὶ Νικοκράτους ἄρχοντος, ἐπὶ τῆς Αἰγηίδος | |
| πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ- | |
| ληνεὺς ἐγραμμάτευεν, Μεταγειτνιῶνος ἐνά- | |
| 5 | τηι ἱσταμένου, ἐνάτηι καὶ τριακοστῆι τῆς v |
| πρυτανείας, τῶν προέδρων ἐπεψήφιζεν Νικί- | |
| ας Θημακειεύς· ἔδοξεν τῶι δήμωι· Χαιριωνίδ- | |
| ης Λυσανίου Φλυεὺς εἶπεν· περὶ ὧν ὁ δῆμος πρ- | |
| οσέταξεν τῆι βουλῆι προβουλεύσασαν ἐξεν- | |
| 10 | ειγκε͂ν περὶ Πυθέου καθότι τιμηθήσεται ὑπ- |
| ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι, δεδόχθαι τῶι δήμω- | |
| ι· ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ- | |
| ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ- | |
| ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ | |
| 15 | Ἄμμωνος ἱερῶι κρήνηγ καινὴν ἐξωικοδόμηκ- |
| εν καὶ τὴν ἐν Ἀμφιαράου κρήνην κατεσκεύακ- | |
| εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ- | |
| ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν | |
| Σωσιδήμου Ἀλωπεκῆθεν ἐπειδὰν τὰς εὐθύνα- | |
| 20 | ς δῶι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνω- |
| ι ἀπὸ ∶ Χ ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ- | |
| ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρήνων, ὅπ- | |
| ως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ χειροτονούμενοι ἐ- | |
| πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ- | |
| 25 | ν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ |
| τῆς βουλῆς εἰς στήλας v λιθίνας δύο τὸν γρα- | |
| μματέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι μία- | |
| ν μὲν ἐν τῶι τοῦ Ἄμμωνος ἱερῶι, μίαν δὲ ἐν Ἀνφ- | |
| ιαράου, εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δότ- | |
| 30 | ω ὁ ταμίας τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἑκατέρας |
| τῆς στήλης ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀνα- | |
| λισκομένων τῶι δήμωι. | |
| vacat | |
| 33 | [ἔδοξεν τῆι βουλῆι, ὀγ]δόηι καὶ τριακοστῆι ∶ |
| [τῆς πρυτανείας· βουλὴ ἐν βουλευτηρ]ίωι· τῶ[ν] | |
| 35 | [προέδρων ἐπεψήφιζεν — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — —] |