Sacred regulation concerning the duties of the priest of Amphiaraos and visitors to the sanctuary.  Stele of Pentelic marble with upper molding. Stoich. 35.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 387-377 BC — IG VII 235 — Syll.³ 1004 — SEG 31.416
1  θεοί.
τὸν ἱερέα τοῦ Ἀμφιαράου φοιτᾶν εἰς τὸ ἱερό-
ν, ἐπειδὰν χειμὼν παρέλθει μέχρι ἀρότου ὥρ-
ης, μὴ πλέον διαλείποντα ἢ τρεῖς ἡμέρας καὶ
5 μένειν ἐν τοῖ ἱεροῖ μὴ ἔλαττον ἢ δέκα ἡμέρα-
ς τοῦ μηνὸς ἑκ<ά>στο ∶ καὶ ἐπαναγκάζειν τὸν ν-
εωκόρον τοῦ τε ἱεροῦ ἐπιμελεῖσθαι κατὰ τὸ-
ν νόμον καὶ τῶν ἀφικνεμένων εἰς τὸ ἱερόν· vv
ἂν δέ τις ἀδικεῖ ἐν τοῖ ἱεροῖ ἢ ξένος ἢ δημότ-
10 ης, ζημιούτω ὁ ἱερεὺς μέχρι πέντε δραχμέων
κυρίως καὶ ἐνέχυρα λαμβανέτω τοῦ ἐζημιωμ-
ένου, ἂν δ’ ἐκτίνει τὸ ἀργύριον, παρεόντος το͂
ἱερέος ἐμβαλέτω εἰς τὸν θησαυρόν ⋮ δικάζει-
ν δὲ τὸν ἱερέα, ἄν τις ἰδίει ἀδικηθεῖ ἢ τῶν ξέ-
15 νων ἢ τῶν δημοτέων ἐν τοῖ ἱεροῖ μέχρι τριῶν
δραχμέων, τὰ δὲ μέζονα, ἥχοι ἑκάστοις αἱ δίκ-
αι ἐν τοῖς νόμοις εἰρῆται ἐ‵ν′το͂θα γινέσθων· v
προσκαλεῖσθαι δὲ καὶ αὐθημερὸν περὶ τῶν ἐ-
ν τοῖ ἱεροῖ ἀδικιῶν, ἂν δὲ ὁ ἀντίδικος μὴ συνχ-
20 ωρεῖ εἰς τὴν ὑστέρην ἡ δίκη τελείσθω ⋮ ἐπαρ-
χὴν δὲ διδοῦν τὸμ μέλλοντα θεραπεύεσθαι ὑ-
πὸ τοῦ θεοῦ μὴ ἔλ<α>ττον ἐννέ’ ὀβολοὺς δοκίμου ἀργ-
υρίου καὶ ἐμβάλλειν εἰς τὸν θησαυρὸν παρε-
όντος τοῦ νεωκόρου 〚․․․․․․․․19․․․․․․․․․〛
25 〚․․․c.9․․․〛 κατεύχεσθαι δὲ τῶν ἱερῶν καὶ ἐπ-
ὶ τὸν βωμὸν ἐπιτιθεῖν, ὅταν παρεῖ, τὸν ἱερέα,
ὅταν δὲ μὴ παρεῖ, τὸν θύοντα καὶ τεῖ θυσίει α-
ὐτὸν ἑαυτοῖ κατεύχεσθαι ἕκαστον, τῶν δὲ δη-
μορίων τὸν ἱερέα· v τῶν δὲ θυομένων ἐν τοῖ ἱε-
30 ροῖ πάντων τὸ δέρμα ἱ̣ε̣ρ̣[ὸν εἶναι], θύειν δὲ ἐξ-
εῖν ἅπαν ὅ τι ἂν βόληται ἕκαστος, τῶν δὲ κρεῶ-
ν μὴ εἶναι ἐκφορὴν ἔξω τοῦ τεμένεος· v τοῖ δὲ
ἱερεῖ διδοῦν τὸς θύοντας ἀπὸ τοῦ ἱερήου ἑκ-
άστο τὸν ὦμον πλὴν ὅταν ἡ ἑορτὴ εἶ, τότε δὲ ἀπ-
35 ὸ τῶν δημορίων λαμβανέτω ὦμον ἀφ’ ἑκάστου v
v τοῦ ἱερήου· v ἐγκαθεύδειν δὲ τὸν δειόμενο-
ν μ[έ]χ̣ρ̣ι̣ 〚․․․․․․․․․․23․․․․․․․․․․․〛ς̣ ἐ̣πὶ̣ τ̣ο-
ῦ αὐ[το]ῦ 〚․․․․․․․․․․23․․․․․․․․․․․〛 πειθόμ-
ενον τοῖς νόμοις· v τὸ ὄνομα τοῦ ἐγκαθεύδον-
40 τος, ὅταν ἐμβάλλει τὸ ἀργύριον, γράφεσθαι τ-
ὸν νεωκόρον καὶ αὐτοῦ καὶ τῆς πόλεος καὶ ἐκ-
τιθεῖν ἐν τοῖ ἱεροῖ γράφοντα ἐν πετεύροι σ-
κοπεῖν <τ>οῖ βολομένοι· ἐν δὲ τοῖ κοιμητηρίο-
ι καθεύδειν χωρὶς μὲν τὸς ἄνδρας, χωρὶς vvv
45 δὲ τὰς γυναῖκας, τοὺς μὲν ἄνδρας ἐν τοῖ πρὸ ἠ-
[ο͂]ς τοῦ β[ω]μοῦ, τὰς δὲ γυναῖκας ἐν τοῖ πρὸ ἡσπέ-
ρης ο̣[․․․․․12․․․․․ τὸ κοι]μητήριον τοὺς ἐν-
κα<θ>[εύδοντας ․․․․․․15․․․․․․․ τὸν δ]ὲ θ̣ε̣ὸ̣ν̣
ἐγκ[․․․․․․․․․․․․․․․32․․․․․․․․․․․․․․․]
50 ο ἐξ[․․․․․․․․․․․․․29․․․․․․․․․․․․․․]θω[․]
ορο[․․․․․․․․․․․24․․․․․․․․․․․ ἐγκεκ]ο̣ι̣μ-
ημέ[ν․․․․․․․․․․․․․29․․․․․․․․․․․․․․]λε-
ροω[․․․․․․․․․․․․․28․․․․․․․․․․․․․]εν̣ [τ]ο-
ῖ Ἀμφ̣[ιαράοι ․․․․․․․․․21․․․․․․․․․․]ι ζημ-
55 ιου[․․․․․․․․․․․․27․․․․․․․․․․․․․] δὲ τὸ-
ν βολ[όμενον ․․․․․․․16․․․․․․․ τὸν ἱε]ρέ<α> v
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us