Sacred regulation concerning the duties of the priest of Amphiaraos
and visitors to the sanctuary. Stele of Pentelic marble with upper
molding. Stoich. 35.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 387-377 BC — IG VII 235 — Syll.³ 1004 — SEG 31.416
| 1 | θεοί. |
| τὸν ἱερέα τοῦ Ἀμφιαράου φοιτᾶν εἰς τὸ ἱερό- | |
| ν, ἐπειδὰν χειμὼν παρέλθει μέχρι ἀρότου ὥρ- | |
| ης, μὴ πλέον διαλείποντα ἢ τρεῖς ἡμέρας καὶ | |
| 5 | μένειν ἐν τοῖ ἱεροῖ μὴ ἔλαττον ἢ δέκα ἡμέρα- |
| ς τοῦ μηνὸς ἑκ<ά>στο ∶ καὶ ἐπαναγκάζειν τὸν ν- | |
| εωκόρον τοῦ τε ἱεροῦ ἐπιμελεῖσθαι κατὰ τὸ- | |
| ν νόμον καὶ τῶν ἀφικνεμένων εἰς τὸ ἱερόν· vv | |
| ἂν δέ τις ἀδικεῖ ἐν τοῖ ἱεροῖ ἢ ξένος ἢ δημότ- | |
| 10 | ης, ζημιούτω ὁ ἱερεὺς μέχρι πέντε δραχμέων |
| κυρίως καὶ ἐνέχυρα λαμβανέτω τοῦ ἐζημιωμ- | |
| ένου, ἂν δ’ ἐκτίνει τὸ ἀργύριον, παρεόντος το͂ | |
| ἱερέος ἐμβαλέτω εἰς τὸν θησαυρόν ⋮ δικάζει- | |
| ν δὲ τὸν ἱερέα, ἄν τις ἰδίει ἀδικηθεῖ ἢ τῶν ξέ- | |
| 15 | νων ἢ τῶν δημοτέων ἐν τοῖ ἱεροῖ μέχρι τριῶν |
| δραχμέων, τὰ δὲ μέζονα, ἥχοι ἑκάστοις αἱ δίκ- | |
| αι ἐν τοῖς νόμοις εἰρῆται ἐ‵ν′το͂θα γινέσθων· v | |
| προσκαλεῖσθαι δὲ καὶ αὐθημερὸν περὶ τῶν ἐ- | |
| ν τοῖ ἱεροῖ ἀδικιῶν, ἂν δὲ ὁ ἀντίδικος μὴ συνχ- | |
| 20 | ωρεῖ εἰς τὴν ὑστέρην ἡ δίκη τελείσθω ⋮ ἐπαρ- |
| χὴν δὲ διδοῦν τὸμ μέλλοντα θεραπεύεσθαι ὑ- | |
| πὸ τοῦ θεοῦ μὴ ἔλ<α>ττον ἐννέ’ ὀβολοὺς δοκίμου ἀργ- | |
| υρίου καὶ ἐμβάλλειν εἰς τὸν θησαυρὸν παρε- | |
| όντος τοῦ νεωκόρου 〚․․․․․․․․19․․․․․․․․․〛 | |
| 25 | 〚․․․c.9․․․〛 κατεύχεσθαι δὲ τῶν ἱερῶν καὶ ἐπ- |
| ὶ τὸν βωμὸν ἐπιτιθεῖν, ὅταν παρεῖ, τὸν ἱερέα, | |
| ὅταν δὲ μὴ παρεῖ, τὸν θύοντα καὶ τεῖ θυσίει α- | |
| ὐτὸν ἑαυτοῖ κατεύχεσθαι ἕκαστον, τῶν δὲ δη- | |
| μορίων τὸν ἱερέα· v τῶν δὲ θυομένων ἐν τοῖ ἱε- | |
| 30 | ροῖ πάντων τὸ δέρμα ἱ̣ε̣ρ̣[ὸν εἶναι], θύειν δὲ ἐξ- |
| εῖν ἅπαν ὅ τι ἂν βόληται ἕκαστος, τῶν δὲ κρεῶ- | |
| ν μὴ εἶναι ἐκφορὴν ἔξω τοῦ τεμένεος· v τοῖ δὲ | |
| ἱερεῖ διδοῦν τὸς θύοντας ἀπὸ τοῦ ἱερήου ἑκ- | |
| άστο τὸν ὦμον πλὴν ὅταν ἡ ἑορτὴ εἶ, τότε δὲ ἀπ- | |
| 35 | ὸ τῶν δημορίων λαμβανέτω ὦμον ἀφ’ ἑκάστου v |
| v τοῦ ἱερήου· v ἐγκαθεύδειν δὲ τὸν δειόμενο- | |
| ν μ[έ]χ̣ρ̣ι̣ 〚․․․․․․․․․․23․․․․․․․․․․․〛ς̣ ἐ̣πὶ̣ τ̣ο- | |
| ῦ αὐ[το]ῦ 〚․․․․․․․․․․23․․․․․․․․․․․〛 πειθόμ- | |
| ενον τοῖς νόμοις· v τὸ ὄνομα τοῦ ἐγκαθεύδον- | |
| 40 | τος, ὅταν ἐμβάλλει τὸ ἀργύριον, γράφεσθαι τ- |
| ὸν νεωκόρον καὶ αὐτοῦ καὶ τῆς πόλεος καὶ ἐκ- | |
| τιθεῖν ἐν τοῖ ἱεροῖ γράφοντα ἐν πετεύροι σ- | |
| κοπεῖν <τ>οῖ βολομένοι· ἐν δὲ τοῖ κοιμητηρίο- | |
| ι καθεύδειν χωρὶς μὲν τὸς ἄνδρας, χωρὶς vvv | |
| 45 | δὲ τὰς γυναῖκας, τοὺς μὲν ἄνδρας ἐν τοῖ πρὸ ἠ- |
| [ο͂]ς τοῦ β[ω]μοῦ, τὰς δὲ γυναῖκας ἐν τοῖ πρὸ ἡσπέ- | |
| ρης ο̣[․․․․․12․․․․․ τὸ κοι]μητήριον τοὺς ἐν- | |
| κα<θ>[εύδοντας ․․․․․․15․․․․․․․ τὸν δ]ὲ θ̣ε̣ὸ̣ν̣ | |
| ἐγκ[․․․․․․․․․․․․․․․32․․․․․․․․․․․․․․․] | |
| 50 | ο ἐξ[․․․․․․․․․․․․․29․․․․․․․․․․․․․․]θω[․] |
| ορο[․․․․․․․․․․․24․․․․․․․․․․․ ἐγκεκ]ο̣ι̣μ- | |
| ημέ[ν․․․․․․․․․․․․․29․․․․․․․․․․․․․․]λε- | |
| ροω[․․․․․․․․․․․․․28․․․․․․․․․․․․․]εν̣ [τ]ο- | |
| ῖ Ἀμφ̣[ιαράοι ․․․․․․․․․21․․․․․․․․․․]ι ζημ- | |
| 55 | ιου[․․․․․․․․․․․․27․․․․․․․․․․․․․] δὲ τὸ- |
| ν βολ[όμενον ․․․․․․․16․․․․․․․ τὸν ἱε]ρέ<α> v | |
| [— — — — — — — — — — — — — — — — — — — —] |