Proxeny decree for Antias, son of [—]esistratos, of Athens.  Statue base of Pentelic marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 190, 20 — SEG 15.278
See also:
1 [Ἀ]ντίμ[αχος Ξε]νοκρίτου εἶπεν· ἐπειδὴ Ἀντί[ας]
[ε]ὔνους ὢ[ν] διατελεῖ καὶ χρήσιμος τῆι πόλει καὶ
ἑκάστωι τῶν πολιτῶν, δεδόχθαι τῶι δήμωι· Ἀντί[αν]
<․․>ησιστράτου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως
5 Ὠρωπίω[ν] καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι
γῆς καὶ [οἰκί]ας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
καὶ ἀσφ[ά]λειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆ[ν]
καὶ κατ[ὰ] θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς
ἄλλοις [π]ρόξενοις.
Search Help
Contact Us