Proxeny decree for Polemokrates, son of Zoilos, of Phthiotic Thebes.
L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 288
1 | Ἀρίστων Νικοστράτου εἶπεν· ἐπειδὴ Πολεμοκράτης εὔ[νους ὢν] |
[δ]ιατελεῖ τεῖ πόλει Ὠ[ρ]ωπίων καὶ ἐμ παντὶ καιρῶι τὸ συμφ[έρον] | |
[πρ]άττει τεῖ πόλει καὶ καθ’ ἰδίαν ἑκάστωι καθ’ ἃ ἂν δυν[α]τὸ[ς εἶ, δεδό]- | |
[χθ]αι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πολεμοκράτην Ζωΐλου Θ[ηβαῖον ἐξ Ἀ]- | |
5 | [χαΐ]ας τῆς Φθιώτ<ι>δος πρόξενον εἶναι τῆς πόλεως Ὠρ[ωπίων] |
[καὶ] αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν | |
[κ]αὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ [θά]- | |
λατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς [λοι]- | |
ποῖς προξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχει. |