Proxeny decree for Timokles, son of Timaratos, of Athens.  Statue base of Pentelic marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 190, 19 — SEG 15.277
1 Ἀρίστων Νικοστράτου εἶπεν· ἐπειδὴ [Τι]μοκλῆς εὔνο[υς]
ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ [τ]ῶν πολ[ι]τῶν
τοῖς δεομένοις παρέχεται χρείας̣ ἐμ παντὶ κα[ι]-
ρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δ[ή]μωι· Τιμοκλῆ[ν]
5 Τιμαράτου Ἀθηναῖον πρόξενον εἶναι κα[ὶ] εὐεργέτην
τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους κα[ὶ εἶ]-
ναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν κ[αὶ ἰσο]τέλει[αν]
καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης κ[αὶ κα]τὰ γῆν κ[αὶ]
κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρ[χε]ιν αὐτῶ[ι]
10 καθάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ ε[ὐ]εργέτα[ις]
τῆς πόλεως γέγραπται.
Search Help
Contact Us