Proxeny decree for Adamas, son of Dion, of Meliteia. L-shaped
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 287 — IG VII 409 [= ll. 10-11]
1 | Ἀρίστων Νικοστράτου [εἶπεν· ἐπειδὴ Ἀδάμας] |
εὔνους ὢν διατελεῖ τεῖ π̣[όλει Ὠρωπίων καὶ ἐμ παντὶ] | |
καιρῶι τὸ συμφέρον πράττε[ι τεῖ πό]λει κα[ὶ κα]- | |
θ’ ἰδίαν ἑκαστῶι καθ’ ἃ ἂν δυνατὸς εἶ, [δ]εδόχθ[αι τεῖ] | |
5 | βουλεῖ καὶ τῶι δήμωι· Ἀδάμαντα Δίωνος Αἰ[τωλὸν] |
ἀπὸ Μελιτείας πρόξενον εἶναι τῆς πόλεως | |
Ὠρωπίων καὶ αὐτὸν 〚— — —〛 καὶ ἐκγόνους καὶ εἶναι | |
αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν | |
καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατ[ταν] | |
10 | καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα ὅσα καὶ τ[οῖς] |
λοιποῖς προξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπ[άρχει]. |