Proxeny decree for Gennikos and Kritodemos, sons of Leonides, of
Messene. L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 292
1 | ἄρχοντος ἐν κοινῶι Ἀρτυλάου, ἱερέως τοῦ Ἀμφιαράου Πυροκλείδου, Παράμυθος Κρατίνου |
εἶπεν· ἐπειδὴ Γεννικὸς καὶ Κριτόδημος εὔνους εἰσὶν τεῖ πόλει καὶ ἰδίαι παρέχεται χρήας ἐν παντὶ | |
καιρῶι, δεδόχθα<ι> τεῖ βουλεῖ καὶ τῶι δήμωι· Γεννικὸν καὶ Κριτόδημο[ν] Λεων<ί>δου Μεσσηνίους | |
προξένους εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
5 | γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης 〚․․․c.10․․․〛 |
〚․․․․․c.15․․․․․․〛 καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχε<ι>ν αὐτοῖς κα- | |
θάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις γέγραπται. |