Proxeny decree for Choirylos, son of Choirylos, of Delos.  L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 291
1 ἄρχοντος ἐν κοινῶι Ἀρτυλάου, ἱερέως τοῦ Ἀμφιαράου Πυροκλείδου,
Σθενέδημος Δεξισθένου εἶπεν· ἐπειδὴ Χοιρύλος εὔνους ὢν διατελεῖ τεῖ
πόλει Ὠρωπίων καὶ ἰδίαι παρέχεται χρήας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βου-
λεῖ καὶ τῶι δήμωι· Χοιρύλον Χοιρύλου Δήλιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς
5 πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς
καθάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us