Proxeny decree for Gennikos and Kritodemos, sons of Leonides, of Messene.  L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 292
1 ἄρχοντος ἐν κοινῶι Ἀρτυλάου, ἱερέως τοῦ Ἀμφιαράου Πυροκλείδου, Παράμυθος Κρατίνου
εἶπεν· ἐπειδὴ Γεννικὸς καὶ Κριτόδημος εὔνους εἰσὶν τεῖ πόλει καὶ ἰδίαι παρέχεται χρήας ἐν παντὶ
καιρῶι, δεδόχθα<ι> τεῖ βουλεῖ καὶ τῶι δήμωι· Γεννικὸν καὶ Κριτόδημο[ν] Λεων<ί>δου Μεσσηνίους
προξένους εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
5 γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης 〚․․․c.10․․․〛
〚․․․․․c.15․․․․․․〛 καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχε<ι>ν αὐτοῖς κα-
θάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us