Proxeny decree for Choirylos, son of Choirylos, of Delos. L-shaped
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 291
1 | ἄρχοντος ἐν κοινῶι Ἀρτυλάου, ἱερέως τοῦ Ἀμφιαράου Πυροκλείδου, |
Σθενέδημος Δεξισθένου εἶπεν· ἐπειδὴ Χοιρύλος εὔνους ὢν διατελεῖ τεῖ | |
πόλει Ὠρωπίων καὶ ἰδίαι παρέχεται χρήας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βου- | |
λεῖ καὶ τῶι δήμωι· Χοιρύλον Χοιρύλου Δήλιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς | |
5 | πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας |
ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης | |
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς | |
καθάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις γέγραπται. |